John 1:49-51

SBLGNT(i) 49 ἀπεκρίθη ⸂αὐτῷ Ναθαναήλ⸃· Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ ⸂βασιλεὺς εἶ⸃ τοῦ Ἰσραήλ. 50 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι ⸀ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; μείζω τούτων ⸀ὄψῃ. 51 καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ⸀ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
SBL Greek NT Apparatus

49 αὐτῷ Ναθαναήλ WH Treg NIV ] Ναθαναήλ καὶ λέγει αὐτῷ RP • βασιλεὺς εἶ WH Treg NIV ] εἶ ὁ βασιλεὺς RP
50 ὅτι WH Treg NIV ] – RP • ὄψῃ WH Treg NIV ] ὄψει RP
51 ὑμῖν WH Treg NIV ] + ἀπ᾽ ἄρτι RP