John 19:14-22

SBLGNT(i) 14 ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα ⸂ἦν ὡς⸃ ἕκτη. καὶ λέγει τοῖς Ἰουδαίοις· Ἴδε ὁ βασιλεὺς ὑμῶν. 15 ⸂ἐκραύγασαν οὖν ἐκεῖνοι⸃· Ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. 16 τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. Παρέλαβον ⸀οὖν τὸν ⸀Ἰησοῦν· 17 καὶ βαστάζων ⸂αὑτῷ τὸν σταυρὸν⸃ ἐξῆλθεν εἰς ⸀τὸν λεγόμενον Κρανίου Τόπον, ⸀ὃ λέγεται Ἑβραϊστὶ Γολγοθα, 18 ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ’ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν. 19 ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων. 20 τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, ⸂Ῥωμαϊστί, Ἑλληνιστί⸃. 21 ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων· Μὴ γράφε· Ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ’ ὅτι ἐκεῖνος εἶπεν Βασιλεὺς ⸂τῶν Ἰουδαίων εἰμί⸃. 22 ἀπεκρίθη ὁ Πιλᾶτος· Ὃ γέγραφα γέγραφα.
SBL Greek NT Apparatus

14 ἦν ὡς WH Treg NIV ] δὲ ὡσεὶ RP
15 ἐκραύγασαν οὖν ἐκεῖνοι WH Treg NIV ] Οἱ δὲ ἐκραύγασαν RP
16 οὖν WH Treg NIV ] δὲ RP • Ἰησοῦν WH Treg NIV ] + καὶ ἤγαγον RP
17 αὑτῷ τὸν σταυρὸν WH Treg ] ἑαυτῷ τὸν σταυρὸν NIV; τὸν σταυρὸν αὐτοῦ RP • τὸν WH Treg NIV ] τόπον RP • ὃ WH Treg NIV ] ὅς RP
20 Ῥωμαϊστί Ἑλληνιστί WH Treg NIV ] Ἑλληνιστί Ῥωμαϊστί RP
21 τῶν Ἰουδαίων εἰμί WH Treg ] εἰμι τῶν Ἰουδαίων NIV RP