SBLGNT(i)
1 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής· 2 ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. 3 τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ τὰ ἴδια πρόβατα ⸀φωνεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά. 4 ⸀ὅταν τὰ ἴδια ⸀πάντα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ· 5 ἀλλοτρίῳ δὲ οὐ μὴ ⸀ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. 6 ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ⸀ἦν ἃ ἐλάλει αὐτοῖς. 7 Εἶπεν οὖν πάλιν ⸀αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ⸀ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. 8 πάντες ὅσοι ἦλθον ⸂πρὸ ἐμοῦ⸃ κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. 9 ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει.
John 10:1-9
SBL Greek NT Apparatus
3 φωνεῖ WH Treg NIV ] καλεῖ RP
4 ὅταν WH Treg NIV ] Καὶ ὅταν RP • πάντα WH Treg NIV ] πρόβατα RP
5 ἀκολουθήσουσιν WH Treg NIV ] ἀκολουθήσωσιν RP
6 ἦν WH NIV RP ] ᾖ Treg
7 αὐτοῖς Treg RP ] – WH NIV • ὅτι NIV RP ] – WH Treg
8 πρὸ ἐμοῦ WH Treg NIV ] – RP
3 φωνεῖ WH Treg NIV ] καλεῖ RP
4 ὅταν WH Treg NIV ] Καὶ ὅταν RP • πάντα WH Treg NIV ] πρόβατα RP
5 ἀκολουθήσουσιν WH Treg NIV ] ἀκολουθήσωσιν RP
6 ἦν WH NIV RP ] ᾖ Treg
7 αὐτοῖς Treg RP ] – WH NIV • ὅτι NIV RP ] – WH Treg
8 πρὸ ἐμοῦ WH Treg NIV ] – RP