SBLGNT(i)
10 Ἀπεκρίθη ⸀τε ὁ Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν· Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος ⸀εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, 11 δυναμένου σου ⸀ἐπιγνῶναι, ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι ⸀δώδεκα ἀφ’ ἧς ἀνέβην προσκυνήσων ⸀εἰς Ἰερουσαλήμ, 12 καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ⸀ἐπίστασιν ποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν, 13 ⸀οὐδὲ ⸀παραστῆσαι δύνανταί ⸀σοι περὶ ὧν ⸀νυνὶ κατηγοροῦσίν μου. 14 ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ ⸂τοῖς ἐν⸃ τοῖς προφήταις γεγραμμένοις, 15 ἐλπίδα ἔχων εἰς τὸν θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ⸀ἔσεσθαι δικαίων τε καὶ ἀδίκων· 16 ἐν τούτῳ ⸀καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ⸀ἔχειν πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.
Acts 24:10-16
SBL Greek NT Apparatus
10 τε WH Treg NIV ] δὲ RP • εὐθύμως WH Treg NIV ] εὐθυμότερον RP
11 ἐπιγνῶναι WH Treg NIV ] γνῶναι RP • δώδεκα WH Treg NIV ] δεκαδύο RP • εἰς WH Treg NIV ] ἐν RP
12 ἐπίστασιν WH Treg NIV ] ἐπισύστασιν RP
13 οὐδὲ WH NIV ] οὔτε Treg RP • παραστῆσαι WH Treg NIV ] + με RP • σοι WH Treg NIV ] – RP • νυνὶ WH Treg NIV ] νῦν RP
14 τοῖς ἐν WH Treg NIV ] – RP
15 ἔσεσθαι WH Treg NIV ] + νεκρῶν RP
16 καὶ WH Treg NIV ] δὲ RP • ἔχειν WH Treg NIV ] ἔχων RP