SBLGNT(i)
45 καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ⸀ὅσοι συνῆλθαν τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ⸂ἁγίου πνεύματος⸃ ἐκκέχυται· 46 ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν θεόν. τότε ⸀ἀπεκρίθη Πέτρος· 47 Μήτι τὸ ὕδωρ ⸂δύναται κωλῦσαί⸃ τις τοῦ μὴ βαπτισθῆναι τούτους οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον ⸀ὡς καὶ ἡμεῖς; 48 προσέταξεν ⸀δὲ αὐτοὺς ⸂ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτισθῆναι⸃. τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.11 1 Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ. 2 ⸂ὅτε δὲ⸃ ἀνέβη Πέτρος εἰς ⸀Ἰερουσαλήμ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς 3 λέγοντες ὅτι ⸂Εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγες⸃ αὐτοῖς. 4 ἀρξάμενος ⸀δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων· 5 Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ· 6 εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ· 7 ἤκουσα δὲ ⸀καὶ φωνῆς λεγούσης μοι· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. 8 εἶπον δέ· Μηδαμῶς, κύριε, ⸀ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. 9 ἀπεκρίθη δὲ ⸂φωνὴ ἐκ δευτέρου⸃ ἐκ τοῦ οὐρανοῦ· Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου. 10 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ⸂ἀνεσπάσθη πάλιν⸃ ἅπαντα εἰς τὸν οὐρανόν. 11 καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ⸀ἦμεν, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με. 12 εἶπεν δὲ ⸂τὸ πνεῦμά μοι⸃ συνελθεῖν αὐτοῖς μηδὲν ⸀διακρίναντα. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός. 13 ἀπήγγειλεν ⸀δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ ⸀εἰπόντα· Ἀπόστειλον εἰς ⸀Ἰόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, 14 ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. 15 ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτοὺς ὥσπερ καὶ ἐφ’ ἡμᾶς ἐν ἀρχῇ. 16 ἐμνήσθην δὲ τοῦ ῥήματος ⸀τοῦ κυρίου ὡς ἔλεγεν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ. 17 εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν, ⸀ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν; 18 ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ⸀ἐδόξασαν τὸν θεὸν λέγοντες· ⸀Ἄρα καὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν ⸂εἰς ζωὴν ἔδωκεν⸃.
Acts 10:45-11:18
SBL Greek NT Apparatus
45 ὅσοι Treg NIV RP ] οἳ WH • ἁγίου πνεύματος Treg NIV RP ] πνεύματος τοῦ ἁγίου WH
46 ἀπεκρίθη WH Treg NIV ] + ὁ RP
47 δύναται κωλῦσαί WH Treg NIV ] κωλῦσαί δύναται RP • ὡς WH Treg NIV ] καθὼς RP
48 δὲ WH Treg NIV ] τε RP • ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτισθῆναι WH Treg NIV ] βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ κυρίου RP
11
2 ὅτε δὲ WH Treg NIV ] Καὶ ὅτε RP • Ἰερουσαλήμ WH Treg NIV ] Ἱεροσόλυμα RP
3 Εἰσῆλθες πρὸς … ἔχοντας καὶ συνέφαγες NIV ] Πρὸς … ἔχοντας εἰσῆλθες καὶ συνέφαγες RP; Εἰσῆλθεν πρὸς … ἔχοντας καὶ συνέφαγεν WH Treg
4 δὲ WH Treg NIV ] + ὁ RP
7 καὶ WH Treg NIV ] – RP
8 ὅτι WH Treg NIV ] + πᾶν RP
9 φωνὴ ἐκ δευτέρου Treg NIV ] ἐκ δευτέρου φωνὴ WH; μοι φωνὴ ἐκ δευτέρου RP
10 ἀνεσπάσθη πάλιν WH Treg NIV ] πάλιν ἀνεσπάσθη RP
11 ἦμεν WH Treg NA ] ἤμην NIV RP
12 τὸ πνεῦμά μοι WH Treg NIV ] μοι τὸ πνεῦμά RP • διακρίναντα WH Treg NIV ] διακρινόμενον RP
13 δὲ WH Treg NIV ] τε RP • εἰπόντα WH Treg NIV ] + αὐτῷ RP • Ἰόππην WH Treg NIV ] + ἄνδρας RP
16 τοῦ WH Treg NIV ] – RP
17 ἐγὼ WH Treg NIV ] + δὲ RP
18 ἐδόξασαν WH Treg NIV ] ἐδόξαζον RP • Ἄρα WH Treg NIV ] + γε RP • εἰς ζωὴν ἔδωκεν WH Treg NIV ] ἔδωκεν εἰς ζωὴν RP