SBLGNT(i)
20 συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν, 21 ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. 22 μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; τί ⸂εἴπω ὑμῖν⸃; ἐπαινέσω ὑμᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ. 23 Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ ⸀παρεδίδετο ἔλαβεν ἄρτον 24 καὶ εὐχαριστήσας ἔκλασεν καὶ ⸀εἶπεν· Τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ⸀ὑμῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 25 ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις ⸀ἐὰν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. 26 ὁσάκις γὰρ ⸀ἐὰν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ⸀ποτήριον πίνητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε, ἄχρι ⸀οὗ ἔλθῃ. 27 Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ⸀ἄρτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ⸀ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου. 28 δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω· 29 ὁ γὰρ ἐσθίων καὶ ⸀πίνων κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει μὴ διακρίνων τὸ ⸀σῶμα. 30 διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί. 31 εἰ ⸀δὲ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· 32 κρινόμενοι δὲ ⸀ὑπὸ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. 33 Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε. 34 ⸀εἴ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρίμα συνέρχησθε. Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι.
1 Corinthians 11:20-34
SBL Greek NT Apparatus
22 εἴπω ὑμῖν WH Treg NIV ] ὑμῖν εἴπω RP
23 παρεδίδετο WH Treg NIV ] παρεδίδοτο RP
24 εἶπεν WH Treg NIV ] + Λάβετε φάγετε RP • ὑμῶν WH Treg NIV ] + κλώμενον RP
25 ἐὰν WH Treg NIV ] ἂν RP
26 ἐὰν WH Treg NIV ] ἂν RP • ποτήριον WH Treg NIV ] + τοῦτο RP • οὗ WH Treg NIV ] + ἂν RP
27 ἄρτον WH Treg NIV ] + τοῦτον RP • ἀναξίως WH Treg NIV ] + τοῦ κυρίου RP
29 πίνων WH Treg NIV ] + ἀναξίως RP • σῶμα WH Treg NA ] + τοῦ κυρίου NIV RP
31 δὲ WH Treg NIV ] γὰρ RP
32 ὑπὸ RP ] + τοῦ WH Treg NIV
34 εἴ WH Treg NIV ] + δέ RP
22 εἴπω ὑμῖν WH Treg NIV ] ὑμῖν εἴπω RP
23 παρεδίδετο WH Treg NIV ] παρεδίδοτο RP
24 εἶπεν WH Treg NIV ] + Λάβετε φάγετε RP • ὑμῶν WH Treg NIV ] + κλώμενον RP
25 ἐὰν WH Treg NIV ] ἂν RP
26 ἐὰν WH Treg NIV ] ἂν RP • ποτήριον WH Treg NIV ] + τοῦτο RP • οὗ WH Treg NIV ] + ἂν RP
27 ἄρτον WH Treg NIV ] + τοῦτον RP • ἀναξίως WH Treg NIV ] + τοῦ κυρίου RP
29 πίνων WH Treg NIV ] + ἀναξίως RP • σῶμα WH Treg NA ] + τοῦ κυρίου NIV RP
31 δὲ WH Treg NIV ] γὰρ RP
32 ὑπὸ RP ] + τοῦ WH Treg NIV
34 εἴ WH Treg NIV ] + δέ RP