Psalms 40:13-17

Brenton_Greek(i) 13 Εὐδόκησον Κύριε τοῦ ῥύσασθαί με, Κύριε εἰς τὸ βοηθῆσαί μοι πρόσχες. 14 Καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου, τοῦ ἐξᾶραι αὐτήν· ἀποστραφείησαν εἰς τὰ ὀπίσω, καὶ ἐωτραπείησαν οἱ θέλοντές μοι κακά. 15 Κομισάσθωσαν παραχῥῆμα αἰσχύνην αὐτῶν, οἱ λέγοντές μοι, εὖγε, εὖγε. 16 Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε Κύριε· καὶ εἰπάτωσαν διαπαντὸς, μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. 17 Ἐγὼ δὲ πτωχός καὶ πένης εἰμὶ, Κύριος φροντιεῖ μου· Βοηθός μου καὶ ὑπερασπιστής μου εἶ σύ ὁ Θεός μου, μὴ χρονίσῃς.