Psalms 70:1-5

Brenton_Greek(i) 1 Εἰς τὸ τέλος, τῷ Δαυὶδ εἰς ἀνάμνησιν, εἰς τὸ σῶσαί με Κύριον.
Ὁ Θεὸς εἰς τὴν βοήθειάν μου πρόσχες. 2 Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου, ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μου κακά. 3 Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι, εὖγε, εὖγε. 4 Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, καὶ λεγέτωσαν διαπαντός, μεγαλυνθήτω ὁ Θεὸς, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. 5 Ἐγὼ δὲ πτωχός καὶ πένης, ὁ Θεὸς βοήθησόν μοι· Βοηθός μου, καὶ ῥύστης μου εἶ σύ, Κύριε μὴ χρονίσῃς.