Brenton_Greek(i)
40 Καὶ ὀρθρίσαντες τοπρωῒ ἀνέβησαν εἰς τὴν κορυφὴν τοῦ ὄρους, λέγοντες, ἰδοὺ, οἵδε ἡμεῖς ἀναβησόμεθα εἰς τὸν τόπον ὃν εἶπε Κύριος, ὅτι ἡμάρτομεν. 41 Καὶ εἶπε Μωυσῆς, ἱνατί ὑμεῖς παραβαίνετε τὸ ῥῆμα Κυρίου; οὐκ εὔοδα ἔσται ὑμῖν. 42 Μὴ ἀναβαίνετε, οὐ γάρ ἐστι Κύριος μεθʼ ὑμῶν· καὶ πεσεῖσθε πρὸ προσώπου τῶν ἐχθρῶν ὑμῶν. 43 Ὅτι ὁ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος ἐκεῖ ἔμπροσθεν ὑμῶν, καὶ πεσεῖσθε μαχαίρᾳ, οὗ εἵνεκεν ἀπεστράφητε ἀπειθοῦντες Κυρίῳ, καὶ οὐκ ἔσται Κύριος ἐν ὑμῖν. 44 Καὶ διαβιασάμενοι, ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους· ἡ δὲ κιβωτὸς τῆς διαθήκης Κυρίου καὶ Μωυσῆς οὐκ ἐκινήθησαν ἐκ τῆς παρεμβολῆς.