Jeremiah 18:7-10

Brenton_Greek(i) 7 Πέρας λαλήσω ἐπὶ ἔθνος, ἢ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς, καὶ τοῦ ἀπολλύειν, 8 καὶ ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην, τοῦ ποιῆσαι αὐτοῖς. 9 Καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν, τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι, 10 καὶ ποιήσωσι τὰ πονηρὰ ἐναντίον μου, τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα, τοῦ ποιῆσαι αὐτοῖς.