Brenton_Greek(i)
2 Ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, τοῖς πορευομένοις ὁδῷ οὐ καλῇ, ἀλλʼ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν. 3 Ὁ λαὸς οὗτος ὁ παροξύνων με ἐναντίον ἐμοῦ διαπαντός· αὐτοὶ θυσιάζουσιν ἐν τοῖς κήποις, καὶ θυμιῶσιν ἐπὶ ταῖς πλίνθοις τοῖς δαιμονίοις, ἃ οὐκ ἔστιν. 4 Ἐν τοῖς μνήμασι, καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται διὰ ἐνύπνια, οἱ ἔσθοντες κρέας ὕειον, καὶ ζωμὸν θυσιῶν, μεμολυμμένα πάντα τὰ σκεύη αὐτῶν, 5 οἱ λέγοντες, πόῤῥω ἀπʼ ἐμοῦ, μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι.
Οὗτος καπνὸς τοῦ θυμοῦ μου, πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας.
Οὗτος καπνὸς τοῦ θυμοῦ μου, πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας.