Isaiah 60:6-9

Brenton_Greek(i) 6 ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γαιφά· πάντες ἐκ Σαβὰ ἥξουσι φέροντες χρυσίον καὶ λίβανον οἴσουσι, καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται. 7 Καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονταί, καὶ κριοὶ Ναβαιὼθ ἥξουσί, καὶ ἀνενεχθήσεται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται.
8 Τίνες οἵδε, ὡς νεφέλαι πέτανται, καὶ ὡσεὶ περιστεραὶ σὺν νεοσσοῖς ἐπ’ ἐμέ; 9 Ἐμὲ αἱ νῆσοι ὑπέμειναν, καὶ πλοῖα Θαρσὶς ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν, καὶ τὸν ἄργυρον καὶ τὸ χρυσὸν αὐτῶν μετʼ αὐτῶν, καὶ διὰ τὸ ὄνομα Κυρίου τὸ ἅγιον, καὶ διὰ τὸ τὸν ἅγιον τοῦ Ἰσραὴλ ἔνδοξον εἶναι.