Isaiah 42:13-14

Brenton_Greek(i) 13 Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται, καὶ συντρίψει πόλεμον, ἐπεγερεῖ ζῆλον, καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος. 14 Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; ὡς ἡ τίκτουσα ἐκαρτέρησα, ἐκστήσω καὶ ξηρανῶ ἅμα.