Isaiah 41:17-23

Brenton_Greek(i) 17 Καὶ ἀγαλλιάσονται οἱ πτωχοὶ καὶ οἱ ἐνδεεῖς· ζητήσουσι γὰρ ὕδωρ, καὶ οὐκ ἔσται, ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη· ἐγὼ Κύριος ὁ Θεὸς, ἐγὼ ἐπακούσομαι ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐκ ἐγκαταλείψω αὐτοὺς, 18 ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς, καὶ ἐν μέσῳ πεδίων πηγάς· ποιήσω τὴν ἔρημον εἰς ἕλη ὑδάτων, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. 19 Θήσω εἰς τὴν ἄνυδρον γῆν, κέδρον καὶ πύξον, μυρσίνην καὶ κυπάρισσον, καὶ λεύκην· 20 ἵνα ἴδωσι καὶ γνῶσι, καὶ ἐννοηθῶσι καὶ ἐπιστῶνται ἅμα, ὅτι χεὶρ Κυρίου ἐποίησε ταῦτα, καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν.
21 Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει Κύριος ὁ Θεός· ἤγγισαν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ἰακώβ. 22 Ἐγγισάτωσαν, καὶ ἀναγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται, ἢ τὰ πρότερον τίνα ἦν, εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν, καὶ γνωσόμεθα τί τὰ ἔσχατα καὶ τὰ ἐπερχόμενα· εἴπατε ἡμῖν, 23 ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπʼ ἐσχάτου, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε· εὐποιήσατε καὶ κακώσατε, καὶ θαυμασόμεθα, καὶ ὀψόμεθα ἅμα