Brenton_Greek(i)
1 Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Ἐζεκίαν, ἔσχισε τὰ ἱμάτια, καὶ περιεβάλετο σάκκον, καὶ ἀνέβη εἰς τὸν οἶκον Κυρίου.
2 Καὶ ἀπέστειλεν Ἑλιακεὶμ τὸν οἰκονόμον, καὶ Σομνᾶν τὸν γραμματέα, καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς τὸν προφήτην. 3 Καὶ εἶπαν αὐτῷ, τάδε λέγει Ἐζεκίας, ἡμέρα θλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν. 4 Εἰσακούσαι Κύριος ὁ Θεός σου τοὺς λόγους Ῥαψάκου, οὓς ἀπέστειλε βασιλεὺς Ἀσσυρίων, ὀνειδίζειν Θεὸν ζῶντα, καὶ ὀνειδίζειν λόγους οὓς ἤκουσε Κύριος ὁ Θεός σου, καὶ δεηθήσῃ πρὸς Κύριόν σου περὶ τῶν καταλελειμμένων τούτων.