Isaiah 34:8-10

Brenton_Greek(i) 8 Ἡμέρα γὰρ κρίσεως Κυρίου, καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιών. 9 Καὶ στραφήσονται αἱ φάραγγες αὐτῆς εἰς πίσσαν, καὶ ἡ γῆ αὐτῆς εἰς θεῖον· καὶ ἔσται ἡ γῆ αὐτῆς ὡς πίσσα καιομένη 10 νυκτὸς καὶ ἡμέρας, καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω, εἰς γενεὰς ἐρημωθήσεται, καὶ εἰς χρόνον πολύν