Brenton_Greek(i)
14 Διατοῦτο ἰδοὺ προσθήσω τοῦ μετατεθῆναι τὸν λαὸν τοῦτον, καὶ μεταθήσω αὐτοὺς, καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω. 15 Οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες, καὶ οὐ διὰ Κυρίου· οὐαὶ οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες, καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν· καὶ ἐροῦσι, τίς ἑώρακεν ἡμᾶς; καὶ τίς ἡμᾶς γνώσεται, ἢ ἃ ἡμεῖς ποιοῦμεν; 16 Οὐχ ὡς πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι αὐτὸ, οὐ σύ με ἔπλασας; ἢ τὸ ποίημα τῷ ποιήσαντι, οὐ συνετῶς με ἐποίησας;