Brenton_Greek(i)
8 καὶ ἀνακαλύψουσι τὰς πύλας Ἰούδα· καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τοὺς ἐκλεκτοὺς οἴκους τῆς πόλεως. 9 Καὶ ἀνακαλύψουσι τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαυίδ· καὶ εἴδοσαν, ὅτι πλείους εἰσὶ, καὶ ὅτι ἀπέστρεψε τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν, 10 καὶ ὅτι καθείλοσαν τοὺς οἴκους Ἱερουσαλὴμ εἰς ὀχύρωματα τείχους τῇ πόλει. 11 Καὶ ἐποιήσατε ἑαυτοῖς ὕδωρ ἀναμέσον τῶν δύο τειχῶν ἐσώτερον τῆς κολυμβήθρας τῆς ἀρχαίας, καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπʼ ἀρχῆς ποιήσαντα αὐτὴν, καὶ τὸν κτίσαντα αὐτὴν οὐκ εἴδετε.