Brenton_Greek(i)
1 Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Ἐζεκίου, ἀνέβη Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς, καὶ ἔλαβεν αὐτάς. 2 Καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων τὸν Ῥαψάκην ἐκ Λαχεὶς εἰς Ἱερουσαλὴμ πρὸς τὸν βασιλέα Ἐζεκίαν μετὰ δυνάμεως πολλῆς· καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως. 3 Καὶ ἐξῆλθε πρὸς αὐτὸν Ἑλιακεὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος, καὶ Σομνᾶς ὁ γραμματεὺς, καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος.