Isaiah 19:24-25

Brenton_Greek(i) 24 Τῇ ἡμέρᾳ ἐκείνη ἔσται Ἰσραὴλ τρίτος ἐν τοῖς Ἀσσυρίοις, καὶ ἐν τοῖς Αἰγυπτίοις εὐλογημένος ἐν τῇ γῇ 25 ἣν εὐλόγησε Κύριος σαβαὼθ, λέγων, εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ, καὶ ὁ ἐν Ἀσσυρίοις, καὶ ἡ κληρονομία μου Ἰσραήλ.