Genesis 4:3-14

Brenton_Greek(i) 3 Καὶ ἐγένετο μεθʼ ἡμέρας ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ. 4 Καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν· καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπί Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ. 5 ἐπὶ δὲ Κάϊν, καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ, οὐ προσέσχε· καὶ ἐλυπήθη Κάϊν λίαν, καὶ συνέπεσε τῷ προσώπῳ αὐτοῦ. 6 Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Κάϊν, ἵνα τί περίλυπος ἐγένου, καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; 7 Οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; ἡσύχασον· πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ.
8 Καὶ εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, διέλθωμεν εἰς τὸ πεδίον· καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάϊν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀπέκτεινεν αὐτόν. 9 Καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Κάϊν· ποῦ ἔστιν Ἄβελ ὁ ἀδελφός σου; καὶ εἶπεν, οὐ γινώσκω· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; 10 Καί εἶπε Κύριος, τί πεποίηκας; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς. 11 Καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου. 12 Ὅτε ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. 13 Καὶ εἶπε Κάϊν πρὸς Κύριον τὸν Θεὸν, μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με. 14 Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ ἔσται πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με.