Genesis 12:9-20

Brenton_Greek(i) 9 Καὶ ἀπῇρεν Ἅβραμ, καὶ πορευθεὶς ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ.
10 Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς· καὶ κατέβη Ἅβραμ εἰς Αἴγυπτον παροικῆσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς. 11 Ἐγένετο δέ ἡνίκα ἤγγισεν Ἅβραμ εἰσελθεῖν εἰς Αἴγυπτον, εἶπεν Ἅβραμ Σάρᾳ τῇ γυναικί, γινώσκω ἐγώ, ὅτι γυνὴ εὐπρόσωπος εἶ. 12 Ἔσται οὖν ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι γυνὴ αὐτοῦ ἐστιν αὐτή, καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται. 13 Εἰπὸν οὖν, ὅτι ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκέν σου. 14 Ἐγένετο δέ, ἡνίκα εἰσῆλθεν Ἅβραμ εἰς Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα αὐτοῦ, ὅτι καλὴ ἦν σφόδρα. 15 Καὶ ἴδον αὐτὴν οἱ ἄρχοντες Φαραὼ, καὶ ἐπῄνεσαν αὐτὴν πρὸς Φαραὼ, καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ. 16 Καὶ τῷ Ἅβραμ εὖ ἐχρήσαντο διʼ αὐτήν· καὶ ἐγένοντο αὐτῷ πρόβατα, καὶ μόσχοι, καὶ ὄνοι, καὶ παῖδες, καὶ παιδίσκαι, καὶ ἡμίονοι, καὶ κάμηλοι. 17 Καὶ ἤτασεν ὁ Θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς, καὶ τὸν οἶκον αὐτοῦ, περὶ Σάρας τῆς γυναικὸς Ἅβραμ. 18 Καλέσας δὲ Φαραὼ τὸν Ἅβραμ, εἶπε, τί τοῦτο ἐποίησάς μοι, ὅτι οὐκ ἀπήγγειλάς μοι, ὅτι γυνή σου ἐστίν; 19 Ἱνατί εἶπας ὅτι ἀδελφή μου ἐστί; καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ γυναῖκα· καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἔναντί σου, λαβὼν ἀπότρεχε. 20 Καὶ ἐνετείλατο Φαραὼ ἀνδράσι περὶ Ἅβραμ συμπροπέμψαι αὐτὸν, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ πάντα, ὅσα ἦν αὐτῷ.