Brenton_Greek(i)
5 λάβετε παρʼ ὑμῶν αὐτῶν ἀφαίρεμα Κυρίῳ· πᾶς ὁ καταδεχόμενος τῇ καρδίᾳ, οἴσουσι τὰς ἀπαρχὰς Κυρίῳ, χρυσίον, ἀργύριον, χαλκόν, 6 ὑάκινθον, πορφύραν, κόκκινον διπλοῦν διανενησμένον, καὶ βύσσον κεκλωσμένην, καὶ τρίχας αἰγείας, 7 καὶ δέρματα κριῶν ἠρυθροδανωμένα, καὶ δέρματα ὑακίνθινα, καὶ ξύλα ἄσηπτα, 8 (8)
9 8(9) καὶ λίθους σαρδίου, καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη.
10 9(10) Καὶ πᾶς σοφὸς τῇ καρδίᾳ ἐν ὑμῖν, ἐλθὼν ἐργαζέσθω πάντα ὅσα συνέταξε Κύριος·
11 10(11) Τὴν σκηνὴν, καὶ τὰ παραρύματα, καὶ τὰ κατακαλύμματα, καὶ τά διατόνια, καὶ τοὺς μοχλοὺς, καὶ τοὺς στύλους,
12 11(12) καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου, καὶ τοὺς ἀναφορεῖς αὐτῆς, καὶ τὸ ἱλαστήριον αὐτῆς, καὶ τὸ καταπέτασμα,
13 15(13) καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς,
14 16(14) καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς,
15 13() καὶ τοὺς λίθους τοὺς τῆς σμαράγδου, 14(15) καὶ τὸ θυμίαμα, καὶ τὸ ἔλαιον τοῦ χρίσματος,
16 17(16) καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ,
17 12(17) καὶ τὰ ἱστία τῆς αὐλῆς, καὶ τοὺς στύλους αὐτῆς,
18 (18)
19 18(19) καὶ τὰς στολὰς τὰς ἁγίας Ἀαρὼν τοῦ ἱερέως, καὶ τὰς στολάς ἐν αἷς λειτουργήσουσιν ἐν αὐταῖς, 19 καὶ τοὺς χιτῶνας τοῖς υἱοῖς Ἀαρὼν τῆς ἱερατείας, καὶ τὸ ἔλαιον τοῦ χρίσματος, καὶ τὸ θυμίαμα τῆς συνθέσεως.