Exodus 10:3

Brenton_Greek(i) 3 Εἰσῆλθε δὲ Μωυσῆς καὶ Ἀαρὼν ἐναντίον Φαραὼ, καὶ εἶπαν αὐτῷ, τάδε λέγει Κύριος ὁ Θεὸς τῶν Ἑβραίων, ἕως τίνος οὐ βούλῃ ἐντραπῆναί με; ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσί μοι.