Brenton_Greek(i)
3 Οὐ φάγεσθε πᾶν βδέλυγμα. 4 Ταῦτα κτήνη ἃ φάγεσθε· μόσχον ἐκ βοῶν, καὶ ἀμνὸν ἐκ προβάτων, καὶ χίμαρον ἐξ αἰγῶν· 5 ἔλαφον, καὶ δορκάδα, καὶ πύγαργον, ὄρυγα καὶ καμηλοπάρδαλιν. 6 Πᾶν κτῆνος διχηλοῦν ὁπλὴν, καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν, καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσι, ταῦτα φάγεσθε. 7 Καὶ ταῦτα οὐ φάγεσθε ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν, καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς, καὶ ὀνυχιζόντων ὀνυχιστῆρας· τὸν κάμηλον, καὶ δασύποδα, καὶ χοιρογρύλλιον· ὅτι ἀνάγουσι μηρυκισμὸν, καὶ ὁπλὴν οὐ διχηλοῦσιν, ἀκάθαρτα ταῦτα ὑμῖν ἐστι. 8 Καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν τοῦτο, καὶ ὀνυχίζει ὀνυχιστῆρας ὁπλῆς, καὶ τοῦτο μηρυκισμὸν οὐ μηρυκᾶται, ἀκάθαρτον τοῦτο ὑμῖν· ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε, καὶ τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε.
9 Καὶ ταῦτα φάγεσθε ἀπὸ πάντων τῶν ἐν τῷ ὕδατι, πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς πτερύγια καὶ λεπίδες, φάγεσθε. 10 Καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια καὶ λεπίδες, οὐ φάγεσθε· ἀκάθαρτα ὑμῖν ἐστι. 11 Πᾶν ὄρνεον καθαρὸν φάγεσθε. 12 καὶ ταῦτα οὐ φάγεσθε ἀπʼ αὐτῶν· τὸν ἀετὸν, καὶ τὸν γρύπα, καὶ τὸν ἁλιαίετον, 13 καὶ τὸν γύπα, καὶ τὸν ἴκτινον, καὶ τὰ ὅμοια αὐτῷ, 14 15 καὶ στρουθὸν, καί γλαῦκα, καὶ λάρον, 16 καὶ ἐρωδιὸν, καὶ κύκνον, καὶ ἶβιν, 17 καὶ καταράκτην, καὶ ἱέρακα, καὶ τὰ ὅμοια αὐτῷ, καὶ ἔποπα, καὶ νυκτικόρακα, 18 καὶ πελεκᾶνα, καὶ χαραδριὸν, καὶ τὰ ὅμοια αὐτῷ, καὶ πορφυρίωνα, καὶ νυκτερίδα. 19 Πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἀκάθαρτά ἐστιν ὑμῖν· οὐ φάγεσθε ἀπʼ αὐτῶν. 20 Πᾶν πετεινὸν καθαρὸν φάγεσθε. 21 Πᾶν θνησιμαῖον οὐ φάγεσθε· τῷ παροίκῳ τῷ ἐν ταῖς πόλεσί σου δοθήσεται καὶ φάγεται, ἢ ἀποδώσῃ τῷ ἀλλοτρίῳ, ὅτι λαὸς ἅγιος εἶ Κυρίῳ τῷ Θεῷ σου. Οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ.