Daniel 4:30-33

Brenton_Greek(i) 30 27 ἀπεκρίθη ὁ βασιλεὺς, καὶ εἶπεν, οὐχ αὕτη ἐστὶ Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ ᾠκοδόμησα εἰς οἶκον βασιλείας, ἐν τῷ κράτει τῆς ἰσχύος μου, εἰς τιμὴν τῆς δόξης μου;
31 28 Ἔτι τοῦ λόγου ἐν τῷ στόματι τοῦ βασιλέως ὄντος, φωνὴ ἀπʼ οὐρανοῦ ἐγένετο, σοὶ λέγουσι Ναβουχοδονόσορ βασιλεῦ, ἡ βασιλεία παρῆλθεν ἀπὸ σοῦ, 32 29 καὶ ἀπὸ τῶν ἀνθρώπων σέ ἐκδιώξουσι, καὶ μετὰ θηρίων ἀγρίων ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σὲ, ἕως γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἂν δόξῃ, δώσει αὐτήν.
33 30 Αὐτῇ τῇ ὥρᾳ ὁ λόγος συνετελέσθη ἐπὶ Ναβουχοδονόσορ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη, καὶ χόρτον ὡς βοῦς ἤσθιε, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως αἱ τρίχες αὐτοῦ ὡς λεόντων ἐμεγαλύνθησαν, καὶ οἱ ὄνυχες αὐτοῦ ὡς ὀρνέων.