Amos 1:13-2:3

Brenton_Greek(i) 13 Τάδε λέγει Κύριος, ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Ἀμμὼν, καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτὸν, ἀνθʼ ὧν ἀνέσχιζον τὰς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδιτῶν, ὅπως ἐμπλατύνωσι τὰ ὅρια αὐτῶν. 14 Καὶ ἀνάψω πῦρ ἐπὶ τείχη Ῥαββὰθ, καὶ καταφάγεται θεμέλια αὐτῆς μετὰ κραυγῆς ἐν ἡμέρᾳ πολέμου, καὶ σεισθήσεται ἐν ἡμέραις συντελείας αὐτῆς, 15 Καὶ πορεύσονται οἱ βασιλεῖς αὐτῆς ἐν αἰχμαλωσίᾳ, οἱ ἱερεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶ ἐπιτοαυτὸ, λέγει Κύριος.
2 1 Τάδε λέγει Κύριος, ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Μωὰβ, καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτὸν, ἀνθʼ ὧν κατέκαυσαν τὰ ὀστᾶ βασιλέως τῆς Ἰδουμαίας εἰς κονίαν. 2 Καὶ ἐξαποστελῶ πῦρ εἰς Μωὰβ, καὶ καταφάγεται τὰ θεμέλια τῶν πόλεων αὐτῆς, καὶ ἀποθανεῖται ἐν ἀδυναμίᾳ Μωὰβ μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος. 3 Καὶ ἐξολοθρεύσω κριτὴν ἐξ αὐτῆς, καὶ πάντας [ἄρχοντας] αὐτῆς ἀποκτενῶ μετʼ αὐτοῦ, λέγει Κύριος.