2 Samuel 1:2-16

Brenton_Greek(i) 2 Καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ Σαοὺλ, καὶ τὰ ἱμάτια αὐτοῦ διεῤῥωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ· καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς Δαυὶδ, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.
3 Καὶ εἶπεν αὐτῷ Δαυὶδ, πόθεν σὺ παραγίνῃ; καὶ εἶπε πρὸς αὐτὸν, ἐκ τῆς παρεμβολῆς Ἰσραὴλ ἐγὼ διασέσωσμαι. 4 Καὶ εἶπεν αὐτῷ Δαυὶδ, τίς ὁ λόγος οὗτος; ἀπάγγειλόν μοι· καὶ εἶπεν, ὅτι ἔφυγεν ὁ λαὸς ἐκ τοῦ πολέμου, καὶ πεπτώκασι πολλοὶ ἐκ τοῦ λαοῦ καὶ ἀπέθανον, καὶ Σαοὺλ καὶ Ἰωνάθαν ὁ υἱὸς αὐτοῦ ἀπέθανε.
5 Καὶ εἶπε Δαυὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ, πῶς οἶδας ὅτι τέθνηκε Σαοὺλ καὶ Ἰωνάθαν ὁ υἱὸς αὐτοῦ; 6 Καὶ εἶπε τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτῷ, περιπτώματι περιέπεσον ἐν τῷ ὄρει τῷ Γελβουὲ, καὶ ἰδοὺ Σαοὺλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτοῦ, καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνῆψαν αὐτῷ. 7 Καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτοῦ, καὶ εἶδέ με, καὶ ἐκάλεσέ με· καὶ εἶπα, ἰδοὺ ἐγώ. 8 Καὶ εἶπέ μοι, τίς εἶ σύ; καὶ εἶπα, Ἀμαληκίτης ἐγώ εἰμι. 9 Καὶ εἶπε πρὸς μὲ, στῆθι δὴ ἐπάνω μου καὶ θανάτωσόν με, ὅτι κατέσχε με σκότος δεινὸν, ὅτι πᾶσα ἡ ψυχή μου ἐν ἐμοί. 10 Καὶ ἐπέστην ἐπʼ αὐτὸν καὶ ἐθανάτωσα αὐτὸν, ὅτι ᾔδειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσεῖν αὐτόν· καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸν χλιδόνα τὸν ἐπὶ τοῦ βραχίονος αὐτοῦ, καὶ ἐνήνοχα αὐτὰ τῷ κυρίῳ μου ὧδε.
11 Καὶ ἐκράτησε Δαυὶδ τῶν ἱματίων αὐτοῦ, καὶ διέῤῥηξεν αὐτά· καὶ πάντες οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ διέῤῥηξαν τὰ ἱμάτια αὐτῶν. 12 Καὶ ἐκόψαντο καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ Σαοὺλ καὶ ἐπὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ καὶ ἐπὶ τὸν λαὸν Ἰούδα καὶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ, ὅτι ἐπλήγησαν ἐν ῥομφαίᾳ.
13 Καὶ εἶπε Δαυὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ, πόθεν εἶ σύ; καὶ εἶπεν, υἱὸς ἀνδρὸς παροίκου Ἀμαληκίτου ἐγώ εἰμι.
14 Καὶ εἶπεν αὐτῷ Δαυὶδ, πῶς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν Κυρίου; 15 Καὶ ἐκάλεσε Δαυὶδ ἓν τῶν παιδαρίων αὐτοῦ, καὶ εἶπε, προσελθὼν ἀπάντησον αὐτῷ· καὶ ἐπάταξεν αὐτὸν, καὶ ἀπέθανε. 16 Καὶ εἶπε πρὸς αὐτὸν Δαυίδ, τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου, ὅτι στὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ, λέγον, ὅτι ἐγὼ ἐθανάτωσα τὸν χριστὸν Κυρίου.