Brenton_Greek(i)
12 Καὶ ὡς ἐθλίβη, ἐζήτησε τὸ πρόσωπον Θεοῦ τοῦ Κυρίου αὐτοῦ, καὶ ἐταπεινώθη σφόδρα ἀπὸ προσώπου Θεοῦ πατέρων αὐτοῦ, 13 καὶ προσηύξατο πρὸς αὐτόν· καὶ ἐπήκουσεν αὐτοῦ καὶ ἐπήκουσε τῆς βοῆς αὐτοῦ, καὶ ἐπέστρεψεν αὐτὸν εἰς Ἱερουσαλὴμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, καὶ ἔγνω Μανασσῆς ὅτι Κύριος αὐτός ἐστι Θεός.