Mark 14:27-31

BGB(i) 27 Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι “Πάντες σκανδαλισθήσεσθε, ὅτι γέγραπται ‘Πατάξω τὸν ποιμένα, Καὶ τὰ πρόβατα διασκορπισθήσονται.’ 28 Ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.” 29 Ὁ δὲ Πέτρος ἔφη αὐτῷ “Εἰ καὶ πάντες σκανδαλισθήσονται, ἀλλ’ οὐκ ἐγώ.” 30 Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς “Ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ταύτῃ τῇ νυκτὶ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς με ἀπαρνήσῃ.” 31 Ὁ δὲ ἐκπερισσῶς ἐλάλει “Ἐὰν δέῃ με συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι.” ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.