BGB(i)
33 Εἰσῆλθεν οὖν πάλιν εἰς τὸ πραιτώριον ὁ Πιλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ “Σὺ εἶ ὁ Βασιλεὺς τῶν Ἰουδαίων;” 34 Ἀπεκρίθη Ἰησοῦς “Ἀπὸ* σεαυτοῦ* σὺ τοῦτο λέγεις, ἢ ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ;” 35 Ἀπεκρίθη ὁ Πιλᾶτος “Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας;”