John 19:19-22

BGB(i) 19 Ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον ΙΗΣΟΥΣ Ο* ΝΑΖΩΡΑΙΟΣ Ο* ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ. 20 Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ῥωμαϊστί, Ἑλληνιστί. 21 ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων “Μὴ γράφε ‘Ὁ Βασιλεὺς τῶν Ἰουδαίων,’ ἀλλ’ ὅτι ἐκεῖνος εἶπεν ‘Βασιλεύς εἰμι ⇔ «τῶν Ἰουδαίων».’” 22 Ἀπεκρίθη ὁ Πιλᾶτος “Ὃ γέγραφα, γέγραφα.”