John 18:33-35

SBLGNT(i) 33 Εἰσῆλθεν οὖν ⸂πάλιν εἰς τὸ πραιτώριον⸃ ὁ Πιλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; 34 ⸀ἀπεκρίθη Ἰησοῦς· ⸂Ἀπὸ σεαυτοῦ⸃ σὺ τοῦτο λέγεις ἢ ἄλλοι ⸂εἶπόν σοι⸃ περὶ ἐμοῦ; 35 ἀπεκρίθη ὁ Πιλᾶτος· Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας;
SBL Greek NT Apparatus

33 πάλιν εἰς τὸ πραιτώριον WH Treg NIV ] εἰς τὸ πραιτώριον πάλιν RP
34 ἀπεκρίθη WH Treg NIV ] + αὐτῷ ὁ RP • Ἀπὸ σεαυτοῦ WH Treg NIV ] Ἀφ᾽ ἑαυτοῦ RP • εἶπόν σοι WH Treg NIV ] σοι εἶπόν RP