Ecclesiastes 1:13-17

Brenton_Greek(i) 13 Καὶ ἔδωκα τὴν καρδίαν μου τοῦ ἐκζητῆσαι καὶ τοῦ κατασκέψασθαι ἐν τῇ σοφίᾳ περὶ πάντων τῶν γινομένων ὑπὸ τὸν οὐρανόν, ὅτι περισπασμὸν πονηρὸν ἔδωκεν ὁ Θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων τοῦ περισπάσθαι ἐν αὐτῷ.
14 Εἶδον σύμπάντα τὰ ποιήματα τὰ πεποιημένα ὑπὸ τὸν ἥλιον· καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος. 15 Διεστραμμένον οὐ δυνήσεται ἐπικοσμηθῆναι, καὶ ὑστέρημα οὐ δυνήσεται ἀριθμηθῆναι. 16 Ἐλάλησα ἐγὼ ἐν καρδίᾳ μου, τῷ λέγειν, ἰδοὺ ἐγὼ ἐμεγαλύνθην, καὶ προσέθηκα σοφίαν ἐπὶ πᾶσιν οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ· καὶ ἔδωκα καρδίαν μου τοῦ γνῶναι σοφίαν καὶ γνῶσιν. 17 Καὶ καρδία μου εἶδε πολλά, σοφίαν καὶ γνῶσιν, παραβολὰς καὶ ἐπιστήμην· ἔγνων ἐγώ ὅτι καί γε τοῦτό ἐστι προαίρεσις πνεύματος·