John 20:20-23

BGB(i) 20 καὶ τοῦτο εἰπὼν ἔδειξεν 〈καὶ〉 τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῖς. Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. 21 Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν “Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέν με ὁ Πατήρ, κἀγὼ πέμπω ὑμᾶς.” 22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς “Λάβετε Πνεῦμα Ἅγιον. 23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.”