Jeremiah 5:1 Cross References - Brenton_Greek

1 Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ἴδετε, καὶ γνῶτε, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὕρητε, εἰ ἔστι ποιῶν κρίμα, καὶ ζητῶν πίστιν· καὶ ἵλεως ἔσομαι αὐτοῖς, λέγει Κύριος.

Genesis 18:23-32

23 Καὶ ἐγγίσας Ἁβραὰμ, εἶπε, μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς· καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. 24 Ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ; 25 Μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής· μηδαμῶς· ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν; 26 Εἶπε δὲ Κύριος, ἐὰν ὦσιν ἐν Σοδόμοις πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀφήσω ὅλην τὴν πόλιν, καὶ πάντα τὸν τόπον διʼ αὐτούς. 27 Καὶ ἀποκριθεὶς Ἁβραὰμ εἶπε, νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου· ἐγὼ δέ εἰμὶ γῆ καὶ σποδός. 28 Ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι εἰς τεσσαρακονταπέντε, ἀπολεῖς ἕνεκεν τῶν πέντε πᾶσαν τὴν πόλιν; καὶ εἶπεν, οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ τεσσαρακονταπέντε. 29 Καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτὸν, καὶ εἶπεν, ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσαράκοντα· καὶ εἶπεν, οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τεσσαράκοντα. 30 Καὶ εἶπε, μή τι Κύριε ἐὰν λαλήσω; ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τριάκοντα; καὶ εἶπεν, οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τριάκοντα. 31 Καὶ εἶπεν, ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν κύριον, ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι; καὶ εἶπεν, οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ εἴκοσι. 32 Καὶ εἶπε, μή τι κύριε ἐὰν λαλήσω ἔτι ἅπαξ; ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα; καὶ εἶπεν, οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα.

1 Kings 19:10

10 Καὶ εἶπεν Ἠλιοὺ, ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ἰσραήλ· τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν.

2 Chronicles 16:9

9 Ὅτι οἱ ὀφθαλμοὶ Κυρίου ἐπιβλέπουσιν ἐν πάσῃ τῇ γῇ, κατισχῦσαι ἐν πάσῃ καρδίᾳ πλήρει πρὸς αὐτόν· ἠγνόηκας ἐπὶ τούτῳ, ἀπὸ τοῦ νῦν ἔσται μετὰ σοῦ πόλεμος.

Psalms 12:1

1 Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης, ψαλμὸς τῷ Δαυίδ.
Σῶσον με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.

Psalms 14:3

3 Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός· τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὑτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει, ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.

Psalms 53:2-4

2 Ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν, ἢ ἐκζητῶν τὸν Θεόν. 3 Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν ἀγαθὸν, οὐκ ἔστιν ἕως ἑνός.
4 Οὐχί γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ κατεσθίοντες τὸν λαόν μου βρώσει ἄρτου; τὸν Θεὸν οὐκ ἐπεκαλέσαντο.

Proverbs 2:4-6

4 καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον, καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν· 5 τότε συνήσεις φόβον Κυρίου, καὶ ἐπίγνωσιν Θεοῦ εὑρήσεις.
6 Ὅτι Κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις.

Proverbs 8:3

3 Παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει, ἐν δὲ εἰσόδοις ὑμνεῖται.

Proverbs 20:6

6 Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων, ἄνδρα δὲ πιστὸν ἔργον εὑρεῖν.

Proverbs 23:23

Song of Songs 3:2

2 Ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει, ἐν ταῖς ἀγοραῖς, καὶ ἐν ταῖς πλατείαις, καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον αὐτόν.

Isaiah 59:4

4 Οὐθεὶς λαλεῖ δίκαια, οὐδὲ ἐστι κρίσις ἀληθινή· πεποίθασιν ἐπὶ ματαίοις, καὶ λαλοῦσι κενὰ, ὅτι κύουσι πόνον, καὶ τίκτουσιν ἀνομίαν.

Isaiah 59:14-15

14 Καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκεν· ὅτι κατηναλώθη ἐν ταῖς ὁδοῖς αὐτῶν ἡ ἀλήθεια, καὶ διʼ εὐθείας οὐκ ἐδύναντο διελθεῖν. 15 Καὶ ἡ ἀλήθεια ᾖρται, καὶ μετέστησαν τὴν διάνοιαν τοῦ συνιέναι.
Καὶ εἶδε Κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις.

Ezekiel 22:30

30 Καὶ ἐζήτουν ἐξ αὐτῶν ἄνδρα ἀναστρεφόμενον ὀρθῶς, καὶ ἑστῶτα πρὸ προσώπου μου ὁλοσχερῶς ἐν τῷ καιρῷ τῆς ὀργῆς, τοῦ μὴ εἰς τέλος ἐξαλεῖψαι αὐτὴν, καὶ οὐχ εὗρον.

Daniel 12:4

4 Καὶ σύ Δανιὴλ ἔμφραξον τοὺς λόγους, καὶ σφράγισον τὸ βιβλίον ἕως καιροῦ συντελείας, ἕως διδαχθῶσι πολλοὶ καὶ πληθυνθῇ ἡ γνῶσις.

Joel 2:9

9 Τῆς πόλεως ἐπιλήψονται, καὶ ἐπὶ τῶν τειχέων δραμοῦνται, καὶ ἐπὶ τὰς οἰκίας ἀναβήσονται, καὶ διὰ θυρίδων εἰσελεύσονται ὡς κλέπται.

Amos 8:12

12 Καὶ σαλευθήσονται ὕδατα ἀπὸ τῆς θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ βοῤῥᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον τοῦ Κυρίου, καὶ οὐ μὴ εὕρωσιν.

Micah 7:1-2

1 Οἴμοι, ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμήτῳ, καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐχ ὑπάρχοντος βότρυος τοῦ φαγεῖν τὰ πρωτόγονα· οἴμοι ψυχὴ, 2 ὅτι ἀπόλωλεν εὐσεβὴς ἀπὸ τῆς γῆς, καὶ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει· πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ,

Zechariah 2:4

4 καὶ εἶπε πρὸς αὐτὸν, λέγων, δράμε, καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον, λέγων,
Κατακάρπως κατοικηθήσεται Ἱερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς·

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.