Genesis 18:23-32

Brenton_Greek(i) 23 Καὶ ἐγγίσας Ἁβραὰμ, εἶπε, μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς· καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. 24 Ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ; 25 Μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής· μηδαμῶς· ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν; 26 Εἶπε δὲ Κύριος, ἐὰν ὦσιν ἐν Σοδόμοις πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀφήσω ὅλην τὴν πόλιν, καὶ πάντα τὸν τόπον διʼ αὐτούς. 27 Καὶ ἀποκριθεὶς Ἁβραὰμ εἶπε, νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου· ἐγὼ δέ εἰμὶ γῆ καὶ σποδός. 28 Ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι εἰς τεσσαρακονταπέντε, ἀπολεῖς ἕνεκεν τῶν πέντε πᾶσαν τὴν πόλιν; καὶ εἶπεν, οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ τεσσαρακονταπέντε. 29 Καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτὸν, καὶ εἶπεν, ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσαράκοντα· καὶ εἶπεν, οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τεσσαράκοντα. 30 Καὶ εἶπε, μή τι Κύριε ἐὰν λαλήσω; ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τριάκοντα; καὶ εἶπεν, οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τριάκοντα. 31 Καὶ εἶπεν, ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν κύριον, ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι; καὶ εἶπεν, οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ εἴκοσι. 32 Καὶ εἶπε, μή τι κύριε ἐὰν λαλήσω ἔτι ἅπαξ; ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα; καὶ εἶπεν, οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα.