Ezekiel 1 Cross References - Brenton_Greek

1 ΚΑI ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει ἐν τῷ τετάρτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς, καὶ ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ ἠνοίχθησαν οἱ οὐρανοί, καὶ ἴδον ὁράσεις Θεοῦ. 2 Πέμπτῃ τοῦ μηνός· τοῦτο τό ἔτος τὸ πέμπτον τῆς αἰχμαλωσίας τοῦ βασιλέως Ἰωακείμ· 3 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιὴλ υἱὸν Βουζεί, τὸν ἱερέα, ἐν γῇ Χαλδαίων, ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου.
4 Καὶ ἴδον, καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ βοῤῥᾶ, καὶ νεφέλη μεγάλη ἐν αὐτῷ, καὶ φέγγος κύκλῳ αὐτοῦ καὶ πῦρ ἐξαστράπτον· καὶ ἐν τῷ μέσῳ αὐτοῦ ὡς ὅρασις ἠλέκτρου ἐν μέσῳ τοῦ πυρὸς, καὶ φέγγος ἐν αὐτῷ.
5 Καὶ ἐν τῷ μέσῳ ὡς ὁμοίωμα τεσσάρων ζῴων· καὶ αὕτη ἡ ὅρασις αὐτῶν· ὁμοίωμα ἀνθρώπου ἐπʼ αὐτοῖς. 6 Καὶ τέσσαρα πρόσωπα τῷ ἑνὶ, καὶ τέσσαρες πτέρυγες τῷ ἑνί. 7 Καὶ τὰ σκέλη αὐτῶν ὀρθὰ, καὶ πτερωτοὶ οἱ πόδες αὐτῶν, καὶ σπινθῆρες, ὡς ἐξαστράπτων χαλκός· καὶ ἐλαφραὶ αἱ πτέρυγες αὐτῶν. 8 Καὶ χεὶρ ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν. 9 Καὶ τὰ πρόσωπα αὐτῶν τῶν τεσσάρων οὐκ ἐπεστρέφοντο ἐν τῷ βαδίζειν αὐτά· ἕκαστον ἀπέναντι τοῦ προσώπου αὐτῶν ἐπορεύοντο. 10 Καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν, πρόσωπον ἀνθρώπου, καὶ πρόσωπον τοῦ λέοντος ἐκ δεξιῶν τοῖς τέσσαρσι, καὶ πρόσωπον μόσχου ἐξ ἀριστερῶν τοῖς τέσσαρσι, καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσι. 11 Καὶ αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι ἄνωθεν τοῖς τέσσαρσιν, ἑκατέρῳ δύο συνεζευγμέναι πρὸς ἀλλήλας, καὶ δύο ἐπεκάλυπτον ἐπάνω τοῦ σώματος αὐτῶν. 12 Καὶ ἑκάτερον κατὰ πρόσωπον αὐτοῦ ἐπορεύετο· οὗ ἂν ἦν τὸ πνεῦμα πορευόμενον ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον.
13 Καὶ ἐν μέσῳ τῶν ζῴων ὅρασις ὡς ἀνθράκων πυρὸς καιομένων, ὡς ὄψις λαμπάδων συστρεφομένων ἀναμέσον τῶν ζῴων, καὶ φέγγος τοῦ πυρὸς, καὶ ἐκ τοῦ πυρὸς ἐξεπορεύετο ἀστραπή.
14 15 Καὶ ἴδον, καὶ ἰδοὺ τροχὸς εἷς ἐπὶ τῆς γῆς ἐχόμενος τῶν ζῴων τοῖς τέσσαρσι. 16 Καὶ τὸ εἶδος τῶν τροχῶν ὡς εἶδος θαρσείς· καὶ ὁμοίωμα ἐν τοῖς τέσσαρσι· καὶ τὸ ἔργον αὐτῶν ἦν καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ. 17 Ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο· οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτὰ, 18 οὐδʼ οἱ νῶτοι αὐτῶν· καὶ ὕψος ἦν αὐτοῖς· καὶ εἶδον αὐτὰ, καὶ οἱ νῶτοι αὐτῶν πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσι.
19 Καὶ ἐν τῷ πορεύεσθαι τὰ ζῷα, ἐπορεύοντο οἱ τροχοὶ ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ ζῶα ἀπὸ τῆς γῆς, ἐξῄροντο οἱ τροχοί. 20 Οὗ ἂν ἦν ἡ νεφέλη, ἐκεῖ τὸ πνεῦμα τοῦ πορεύεσθαι, ἐπορεύοντο οἱ τροχοὶ καὶ ἐξῄροντο σὺν αὐτοῖς, διότι πνεῦμα ζωῆς ἐν τοῖς τροχοῖς. 21 Ἐν τῷ πορεύεσθαι αὐτὰ ἐπορεύοντο, καὶ ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν· καὶ ἐν τῷ ἐξαίρειν αὐτὰ ἀπὸ τῆς γῆς, ἐξῄροντο σὺν αὐτοῖς, ὅτι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς.
22 Καὶ ὁμοίωμα ὑπὲρ κεφαλῆς αὐτῶν τῶν ζῴων ὡσεὶ στερέωμα, ὡς ὅρασις κρυστάλλου, ἐκτεταμένον ἐπὶ τῶν πτερύγων αὐτῶν ἐπάνωθεν. 23 Καὶ ὑποκάτωθεν τοῦ στερεώματος αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι, πτερυσσόμεναι ἑτέρα τῇ ἑτέρᾳ, ἑκάστῳ δύο συνεζευγμέναι ἐπικαλύπτουσαι τὰ σώματα αὐτῶν. 24 Καὶ ἤκουον τὴν φωνὴν τῶν πτερύγων αὐτῶν ἐν τῷ πορεύεσθαι αὐτὰ, ὡς φωνὴν ὕδατος πολλοῦ· καὶ ἐν τῷ ἑστάναι αὐτὰ κατέπαυον αἱ πτέρυγες αὐτῶν.
25 Καὶ ἰδοὺ φωνὴ ὑπεράνωθεν τοῦ στερεώματος 26 τοῦ ὄντος ὑπὲρ κεφαλῆς αὐτῶν, ὡς ὅρασις λίθου σαπφείρου, ὁμοίωμα θρόνου ἐπʼ αὐτοῦ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν. 27 Καὶ εἶδον ὡς ὄψιν ἠλέκτρου ἀπὸ ὁράσεως ὀσφύος καὶ ἐπάνω, καὶ ἀπὸ ὁράσεως ὀσφύος καὶ ἕως κάτω εἶδον ὡς ὅρασιν πυρὸς, καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ, 28 ὡς ὅρασις τόξου ὅταν ᾖ ἐν τῇ νεφέλῃ ἐν ἡμέραις ὑετοῦ, οὕτως ἡ στάσις τοῦ φέγγους κυκλόθεν.

Genesis 15:1

1 Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἅβραμ· ἐν ὁράματι, λέγων, μὴ φοβοῦ Ἅβραμ· ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα·

Genesis 46:2

2 Εἶπε δὲ ὁ Θεὸς τῷ Ἰσραὴλ ἐν ὁράματι τῆς νυκτός, εἰπών, Ἰακὼβ, Ἰακώβ· ὁ δὲ εἶπε, τί ἐστιν;

Exodus 24:10

10 Καὶ εἶδον τὸν τόπον οὗ εἱστήκει ὁ Θεὸς τοῦ Ἰσραήλ· καὶ τά ὑπὸ τοὺς πόδας αὐτοῦ, ὡσεὶ ἔργον πλίνθου σαπφείρου, καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαριότητι.

Numbers 4:3

3 ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν καὶ ἐπάνω ἕως πεντήκοντα ἐτῶν, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν, ποιῆσαι πάντα τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.

Numbers 12:6

6 Καὶ εἶπε πρὸς αὐτοὺς, ἀκούσατε τῶν λόγων μου· ἐὰν γένηται προφήτης ὑμῶν Κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι, καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ.

Ecclesiastes 9:1-2

1 Ὡς οἱ δίκαιοι καὶ οἱ σοφοὶ καὶ αἱ ἐργασίαι αὐτῶν ἐν χειρὶ τοῦ Θεοῦ, καί γε ἀγάπην καί γε μῖσος οὐκ ἔστιν εἰδὼς ὁ ἄνθρωπος· τὰ πάντα πρὸ προσώπου αὐτῶν. Ματαιότης ἐν τοῖς πᾶσι· 2 συνάντημα ἓν τῷ δικαίῳ καὶ τῷ ἀσεβεῖ, τῷ ἀγαθῷ καὶ τῷ κακῷ, καὶ τῷ καθαρῷ καὶ τῷ ἀκαθάρτῳ, καὶ τῷ θυσιάζοντι καὶ τῷ μὴ θυσιάζοντι· ὡς ὁ ἀγαθός ὡς ὁ ἁμαρτάνων, ὡς ὁ ὀμνύων καθὼς ὁ τὸν ὅρκον φοβούμενος.

Isaiah 1:1

1 ὍΡΑΣΙΣ ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμὼς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλὴμ, ἐν βασιλεία Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου, οἵ ἐβασίλευσαν τῆς Ἰουδαίας.

Jeremiah 24:5-7

5 Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὡς τὰ σύκα τὰ χρηστὰ ταῦτα, οὕτως ἐπιγνώσομαι τοὺς ἀποικισθέντας Ἰούδαίους, οὓς ἐξαπέσταλκα ἐκ τοῦ τόπου τούτου εἰς γῆν Χαλδαίων εἰς ἀγαθά. 6 Καὶ στηριῶ τοὺς ὀφθαλμούς μου ἐπʼ αὐτοὺς εἰς ἀγαθὰ, καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γῆν ταύτην εἰς ἀγαθά· καὶ ἀνοικοδομήσω αὐτοὺς, καὶ οὐ μὴ καθελῶ αὐτοὺς, καὶ καταφυτεύσω αὐτοὺς, καὶ οὐ μὴ ἐκτίλω.
7 Καὶ δώσω αὐτοῖς καρδίαν τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγώ εἰμι Κύριος, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν, ὅτι ἐπιστραφήσονται ἐπʼ ἐμὲ ἐξ ὅλης τῆς καρδίας αὐτῶν.

Ezekiel 1:3

3 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιὴλ υἱὸν Βουζεί, τὸν ἱερέα, ἐν γῇ Χαλδαίων, ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου.

Ezekiel 3:15

15 Καὶ εἰσῆλθον εἰς τὴν αἰχμαλωσίαν μετέωρος, καὶ περιῆλθον τοὺς κατοικοῦντας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβὰρ τοὺς ὄντας ἐκεῖ· καὶ ἐκάθισα ἐκεῖ ἑπτὰ ἡμέρας, ἀναστρεφόμενος ἐν μέσῳ αὐτῶν.

Ezekiel 3:23

23 Καὶ ἀνέστην καὶ ἐξῆλθον πρὸς τὸ πεδίον· καὶ ἰδοὺ ἐκεῖ δόξα Κυρίου εἱστήκει, καθὼς ἡ ὅρασις, καὶ καθὼς ἡ δόξα Κυρίου, ἣν εἶδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ πίπτω ἐπὶ πρόσωπόν μου.

Ezekiel 8:3

3 Καὶ ἐξέτεινεν ὁμοίωμα χειρὸς, καὶ ἀνέλαβέ με τῆς κορυφῆς μου, καὶ ἀνέλαβέ με πνεῦμα ἀναμέσον τῆς γῆς καὶ ἀναμέσον τοῦ οὐρανοῦ, καὶ ἤγαγέ με εἰς Ἱερουσαλὴμ ἐν ὁράσει Θεοῦ ἐπὶ τὰ πρόθυρα τῆς πύλης τῆς βλεπούσης εἰς βοῤῥᾶν, οὗ ἦν ἡ στήλη τοῦ κτωμένου.

Ezekiel 10:15

15 Καὶ τὰ Χερουβὶμ ᾖραν τοῦτο τὸ ζῷον ὃ ἴδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ.

Ezekiel 10:20

20 Τοῦτο τὸ ζῷόν ἐστιν ὃ εἶδον ὑποκάτω Θεοῦ Ἰσραὴλ ἐπί τοῦ ποταμοῦ τοῦ Χοβὰρ, καὶ ἔγνων ὅτι Χερουβίμ ἐστι.

Ezekiel 10:22

22 Καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν, ταῦτα τὰ πρόσωπά ἐστιν ἃ ἴδον ὑποκάτω τῆς δόξης τοῦ Θεοῦ Ἰσραὴλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ αὐτὰ ἕκαστον κατὰ πρόσωπον αὐτῶν ἐπορεύοντο.

Ezekiel 11:24

24 Καὶ ἀνέλαβέ με πνεῦμα, καὶ ἤγαγέ με εἰς γῆς Χαλδαίων εἰς τὴν αἰχμαλωσίαν ἐν ὁράσει ἐν πνεύματι Θεοῦ· Καὶ ἀνέβην ἀπὸ τῆς ὁράσεως, ἧς ἴδον.

Ezekiel 40:2

2 ἐν ὁράσει Θεοῦ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ ἔθηκέ με ἐπʼ ὄρος ὑψηλὸν σφόδρα, καὶ ἐπʼ αὐτοῦ ὡσεὶ οἰκοδομὴ πόλεως ἀπέναντι,

Ezekiel 43:3

3 Καὶ ἡ ὅρασις ἣν ἴδον, κατὰ τὴν ὅρασιν ἣν ἴδον, ὅτε εἰσεπορευόμην τοῦ χρῖσαι τὴν πόλιν· καὶ ἡ ὅρασις τοῦ ἅρματος οὗ ἴδον, κατὰ τὴν ὅρασιν ἣν ἴδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ πίπτω ἐπὶ πρόσωπόν μου.

Daniel 8:1-2

1 Εν ἔτει τρίτῳ τῆς βασιλείας Βαλτάσαρ τοῦ βασιλέως ὅρασις ὤφθη πρὸς μέ· ἐγὼ Δανιὴλ μετὰ τὴν ὀφθεῖσάν μοι τὴν ἀρχὴν, 2 καὶ ἤμην ἐν Σούσοις τῇ βάρει, ἥ ἐστιν ἐν χώρᾳ Αἰλάμ· καὶ ἤμην ἐπὶ τοῦ Οὐβὰλ.

Hosea 12:10

10 Καὶ λαλήσω πρὸς προφήτας, καὶ ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην.

Joel 2:28

28 Καὶ ἔσται μετὰ ταῦτα, καὶ ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται·

2 Kings 24:12-15

12 Καὶ ἐξῆλθεν Ἰωαχὶμ βασιλεὺς Ἰούδα ἐπὶ βασιλέα Βαβυλῶνος, αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἡ μήτηρ αὐτοῦ, καὶ οἱ ἄρχοντες αὐτοῦ, καὶ οἱ εὐνοῦχοι αὐτοῦ· καὶ ἔλαβεν αὐτὸν βασιλεὺς Βαβυλῶνος ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ. 13 Καὶ ἐξήνεγκεν ἐκεῖθεν πάντας τοὺς θησαυροὺς οἴκου Κυρίου, καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως, καὶ συνέκοψε πάντα τὰ σκεύη τὰ χρυσᾶ ἃ ἐποίησε Σαλωμὼν ὁ βασιλεὺς Ἰσραὴλ ἐν τῷ ναῷ Κυρίου κατὰ τὸ ῥῆμα Κυρίου. 14 Καὶ ἀπῴκισε τὴν Ἱερουσαλὴμ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς ἰσχύϊ αἰχμαλωσίας δέκα χιλιάδας αἰχμαλωτίσας, καὶ πᾶν τέκτονα καὶ τὸν συγκλείοντα, καὶ οὐχ ὑπελείφθη πλὴν οἱ πτωχοὶ τῆς γῆς. 15 Καὶ ἀπῴκισε τὸν Ἰωαχὶμ εἰς Βαβυλῶνα, καὶ τὴν μητέρα τοῦ βασιλέως, καὶ τὰς γυναῖκας τοῦ βασιλέως, καὶ τοὺς εὐνούχους αὐτοῦ· καὶ τοὺς ἰσχυροὺς τῆς γῆς ἀπήγαγεν εἰς ἀποικεσίαν ἐξ Ἱερουσαλὴμ εἰς Βαβυλῶνα.

Ezekiel 8:1

1 Καὶ ἐγένετο ἐν τῷ ἕκτῳ ἔτει ἐν τῷ πέμπτῳ μηνὶ, πέμπτῃ τοῦ μηνός, ἐγὼ ἐκαθήμην ἐν τῷ οἴκῳ, καὶ οἱ πρεσβύτεροι Ἰούδα ἐκάθηντο ἐνώπιόν μου· καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου.

Ezekiel 20:1

1 Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἑβδόμῳ τῇ πεντεκαιδεκάτῃ τοῦ μηνός, ἦλθον ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραὴλ, ἐπερωτῆσαι τὸν Κύριον, καὶ ἐκάθισαν πρὸ προσώπου μου.

Ezekiel 29:1

1 Εν τῷ ἔτει τῷ δωδεκάτῳ, ἐν τῷ δεκάτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,

Ezekiel 29:17

17 Καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει, μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,

Ezekiel 31:1

1 Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ τρίτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,

Ezekiel 40:1

1 Καὶ ἐγένετο ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ ἔτει τῆς αἰχμαλωσίας ἡμῶν, ἐν τῷ πρώτῳ μηνὶ, δεκάτῃ τοῦ μηνὸς, ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μετὰ τὸ ἁλῶναι τὴν πόλιν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου, καὶ ἤγαγέ με

1 Kings 18:46

46 Καὶ χεὶρ Κυρίου ἐπὶ τὸν Ἠλιοὺ, καὶ συνέσφιξε τὴν ὀσφὺν αὐτοῦ, καὶ ἔτρεχεν ἔμπροσθεν Ἀχαὰβ ἕως Ἰεζράελ.

2 Kings 3:15

15 Καὶ νῦν λαβέ μοι ψάλλοντα· καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ ψάλλων, καὶ ἐγένετο ἐπʼ αὐτὸν χεὶρ Κυρίου,

Jeremiah 1:2

2 ὡς ἐγενήθη λόγος τοῦ Θεοῦ πρὸς αὐτὸν, ἐν ταῖς ἡμέραις Ἰωσία υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα, ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ.

Jeremiah 1:4

4 Καὶ ἐγένετο λόγος Κυρίου πρός αὐτόν·

Ezekiel 1:1

1 ΚΑI ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει ἐν τῷ τετάρτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς, καὶ ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ ἠνοίχθησαν οἱ οὐρανοί, καὶ ἴδον ὁράσεις Θεοῦ.

Ezekiel 3:14

14 Καὶ τὸ πνεῦμα ἐξῇρέ με, καὶ ἀνέλαβέ με, καὶ ἐπορεύθην ἐν ὁρμῇ τοῦ πνεύματός μου, καὶ χεὶρ Κυρίου ἐγένετο ἐπʼ ἐμὲ κραταιά.

Ezekiel 3:22

22 Καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου· καὶ εἶπε πρὸς μὲ, ἀνάστηθι, καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ ἐκεῖ λαληθήσεται πρὸς σέ.

Ezekiel 33:22

22 Καὶ χεὶρ Κυρίου ἐγενήθη ἐπʼ ἐμὲ ἑσπέρας πρὶν ἐλθεῖν αὐτὸν, καὶ ἤνοιξέ μου τὸ στόμα, ἕως ἦλθε πρὸς μὲ τὸ πρωΐ· καὶ ἀνοιχθὲν τὸ στόμα μου, οὐ συνεσχέθη ἔτι.

Ezekiel 37:1

1 Καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι Κύριος, καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων,

Hosea 1:1

1 ΛΟΓΟΣ Κυρίου, ὃς ἐγενήθη πρὸς Ὡσηὲ τὸν τοῦ Βεηρεὶ, ἐν ἡμέραις Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου βασιλέων Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰωὰς βασιλέως Ἰσραήλ.

Joel 1:1

1 ΛΟΓΟΣ Κυρίου, ὃς ἐγενήθη πρὸς Ἰωὴλ τὸν τοῦ Βαθουήλ.

Exodus 19:16-18

16 Ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ τρίτῃ γενηθέντος πρὸς ὄρθρον, καὶ ἐγίνοντο φωναὶ καὶ ἀστραπαὶ καὶ νεφέλη γνοφώδης ἐπʼ ὄρους Σινά· φωνὴ τῆς σάλπιγγος ἤχει μέγα· καὶ ἐπτοήθη πᾶς ὁ λαὸς ὁ ἐν τῇ παρεμβολῇ. 17 Καὶ ἐξήγαγε Μωυσῆς τὸν λαὸν εἰς συνάντησιν τοῦ Θεοῦ ἐκ τῆς παρεμβολῆς· καὶ παρέστησαν ὑπὸ τὸ ὄρος. 18 Τὸ ὄρος τὸ Σινὰ ἐκαπνίζετο ὅλον, διὰ τὸ καταβεβηκέναι ἐπʼ αὐτὸ τὸν Θεὸν ἐν πυρί· καὶ ἀνέβαινεν ὁ καπνὸς, ὡσεὶ καπνὸς καμίνου· καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα.

Exodus 24:16-17

16 Καὶ κατέβη ἡ δόξα τοῦ Θεοῦ ἐπὶ τὸ ὄρος τὸ Σινά, καὶ ἐκάλυψεν αὐτὸ ἡ νεφέλη ἓξ ἡμέρας· καὶ ἐκάλεσε Κύριος τὸν Μωυσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεφέλης. 17 Τὸ δὲ εἶδος τῆς δόξης Κυρίου, ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, ἐναντίον τῶν υἱῶν Ἰσραήλ.

Deuteronomy 4:11-12

11 Καὶ προσήλθετε καὶ ἔστητε ὑπὸ τὸ ὄρος· καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ· σκότος, γνόφος, θύελλα. 12 Καὶ ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρὸς φωνὴν ῥημάτων, ἣν ὑμεῖς ἠκούσατε· καὶ ὁμοίωμα οὐκ εἴδετε, ἀλλʼ ἢ φωνήν.

2 Chronicles 5:13-6:1

13 Καὶ ἐγένετο μία φωνὴ ἐν τῷ σαλπίζειν καὶ ἐν τῷ ψαλτῳδεῖν καὶ ἐν τῷ ἀναφωνεῖν φωνῇ μιᾷ τοῦ ἐξομολογεῖσθαι καὶ αἰνεῖν τῷ Κυρίῳ· καὶ ὡς ὕψωσαν φωνὴν ἐν σάλπιγξι, καὶ ἐν κυμβάλοις, καὶ ἐν ὀργάνοις τῶν ᾠδῶν, καὶ ἔλεγον, ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· καὶ ὁ οἶκος ἐνεπλήσθη νεφέλης δόξης Κυρίου.

2 Chronicles 7:1-3

1 Καὶ ὡς συνετέλεσε Σαλωμὼν προσευχόμενος, καὶ τὸ πῦρ κατέβη ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας, καὶ δόξα Κυρίου ἔπλησε τὸν οἶκον. 2 Καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς εἰσελθεῖν εἰς τὸν οἶκον Κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ ὅτι ἔπλησε δόξα Κυρίου τὸν οἶκον. 3 Καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ ἑώρων καταβαῖνον τὸ πῦρ, καὶ ἡ δόξα Κυρίου ἐπὶ τὸν οἶκον· καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν ἐπὶ τὸ λιθόστρωτον, καὶ προσεκύνησαν καὶ ᾔνουν τῷ Κυρίῳ, ὅτι ἀγαθὸν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Psalms 18:11-13

11 Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. 12 11 Ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον, χάλαζα καὶ ἄνθρακες πυρός. 13 Καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ὁ ὕψιστος ἔδωκε φωνὴν αὐτοῦ.

Psalms 50:3

3 Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά.

Psalms 97:2-3

2 Νέφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ, δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ. 3 Πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ.

Psalms 104:3-4

3 Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ· ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. 4 Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ, πυρ φλέγον.

Isaiah 19:1

1 ὍΡΑΣΙΣ ΑΙΓΥΠΤΟΥ.
Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ· καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς.

Isaiah 21:1

1 ΤΟ ὍΡΑΜΑ ΤΗΣ ἘΡΗΜΟΥ.
Ὡς καταιγὶς διʼ ἐρήμου διέλθοι, ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς φοβερὸν

Jeremiah 1:13-14

13 Καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρὸς μὲ, λέγων, τί σὺ ὁρᾷς; καὶ εἶπα, λέβητα ὑποκαιόμενον, καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου Βοῤῥᾶ. 14 Καὶ εἶπε Κύριος πρὸς μὲ, ἀπὸ προσώπου Βοῤῥᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.

Jeremiah 4:6

6 Ἀναλαβόντες φεύγετε εἰς Σιών· σπεύσατε, μὴ στῆτε, ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ βοῤῥᾶ, καὶ συντριβὴν μεγάλην.

Jeremiah 6:1

1 Ἐνισχύσατε υἱοὶ Βενιαμὶν ἐκ μέσου τῆς Ἱερουσαλὴμ, καὶ ἐν Θεκουὲ σημάνατε σάλπιγγι, καὶ ὑπὲρ Βαιθαχαρμὰ ἄρατε σημεῖον, ὅτι κακὰ ἐκκέκυφεν ἀπὸ βοῤῥᾶ, καὶ συντριβὴ μεγάλη γίνεται·

Jeremiah 23:19

19 Ἰδοὺ σεισμὸς παρὰ Κυρίου, καὶ ὀργὴ ἐκπορεύεται εἰς συσσεισμόν, συστρεφομένη ἐπὶ τοὺς ἀσεβεῖς ἥξει.

Jeremiah 25:9

9 ἰδοὺ ἐγὼ ἀποστέλλω, καὶ λήψομαι πατριὰν ἀπὸ βοῤῥᾶ, καὶ ἄξω αὐτοὺς ἐπὶ τὴν γῆν ταύτην, καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν, καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῆς, καὶ ἐξερημώσω αὐτοὺς, καὶ δώσω αὐτοὺς εἰς ἀφανισμὸν, καὶ εἰς συριγμὸν, καὶ εἰς ὀνειδισμὸν αἰώνιον.

Jeremiah 25:32

32 Οὕτως εἶπε Κύριος, ἰδοὺ κακὰ ἔρχεται ἀπὸ ἔθνους ἐπὶ ἔθνος, καὶ λαῖλαψ μεγάλη ἐκπορεύεται ἀπʼ ἐσχάτου τῆς γῆς.

Ezekiel 1:27

27 Καὶ εἶδον ὡς ὄψιν ἠλέκτρου ἀπὸ ὁράσεως ὀσφύος καὶ ἐπάνω, καὶ ἀπὸ ὁράσεως ὀσφύος καὶ ἕως κάτω εἶδον ὡς ὅρασιν πυρὸς, καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ,

Ezekiel 8:2

2 Καὶ εἶδον, καὶ ἰδοὺ ὁμοίωμα ἀνδρὸς, ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως κάτω πῦρ, καὶ ἀπὸ τῆς ὀσφύος αὐτοῦ, ὑπεράνω αὐτοῦ ὡς ὅρασις ἠλέκτρου.

Ezekiel 10:2-4

2 Καὶ εἶπε πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολὴν, εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν, τῶν ὑποκάτω τῶν Χερουβὶμ, καὶ πλῆσον τὰς δράκας σου ἀνθράκων πυρὸς ἐκ μέσου τῶν Χερουβὶμ, καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν· καὶ εἰσῆλθεν ἐνώπιον ἐμοῦ.
3 Καὶ τὰ Χερουβὶμ εἰστήκει ἐκ δεξιῶν τοῦ οἴκου ἐν τῷ εἰσπορεύεσθαι τὸν ἄνδρα, καὶ ἡ νεφέλη ἔπλησε τὴν αὐλὴν τὴν ἐσωτέραν. 4 Καὶ ἀπῇρεν ἡ δόξα Κυρίου ἀπὸ τῶν Χερουβὶμ εἰς τὸ αἴθριον τοῦ οἴκου, καὶ ἔπλησε τὸν οἶκον ἡ νεφέλη· καὶ ἡ αὐλὴ ἐπλήσθη τοῦ φέγγους τῆς δόξης Κυρίου.

Ezekiel 10:8-9

8 Καὶ ἴδον τὰ Χερουβὶμ ὁμοίωμα χειρῶν ἀνθρώπων ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν. 9 Καὶ ἴδον, καὶ ἰδοὺ τροχοὶ τέσσαρες εἱστήκεισαν ἐχόμενοι τῶν Χερουβίμ· τροχὸς εἷς ἐχόμενος Χερουβὶμ ἑνός· καὶ ἡ ὄψις τῶν τροχῶν, ὡς ὄψις λίθου ἄνθρακος.

Nahum 1:3-6

3 Κύριος μακρόθυμος, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ ἀθῷον οὐκ ἀθῳώσει Κύριος· ἐν συντελείᾳ, καὶ ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ, καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ. 4 Ἀπειλῶν θαλάσσῃ, καὶ ξηραίνων αὐτὴν, καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν· ὠλιγώθη ἡ Βασανῖτις, καὶ ὁ Κάρμηλος, καὶ τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπε. 5 Τὰ ὄρη ἐσείσθησαν ἀπʼ αὐτοῦ, καὶ οἱ βουνοὶ ἐσαλεύθησαν· καὶ ἀνεστάλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ, ἡ σύμπασα καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. 6 Ἀπὸ προσώπου ὀργῆς αὐτοῦ τίς ὑποστήσεται; καὶ τίς ἀντιστήσεται ἐν ὀργῇ θυμοῦ αὐτοῦ; ὁ θυμὸς αὐτοῦ τήκει ἀρχάς, καὶ αἱ πέτραι διεθρύβησαν ἀπʼ αὐτοῦ.

Habakkuk 1:8-9

8 Καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ, καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς Ἀραβίας· καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ, καὶ ὁρμήσουσι μακρόθεν, καὶ πετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγεῖν. 9 Συντέλεια εἰς ἀσεβεῖς ἥξει, ἀνθεστηκότας προσώποις αὐτῶν ἐξεναντίας, καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν·

Habakkuk 3:3-5

3 Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους Φαρὰν κατασκίου δασέος· διάψαλμα· ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. 4 Καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται· κέρατα ἐν χερσὶν αὐτοῦ, καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ. 5 Πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς παιδία·

Ezekiel 1:26

26 τοῦ ὄντος ὑπὲρ κεφαλῆς αὐτῶν, ὡς ὅρασις λίθου σαπφείρου, ὁμοίωμα θρόνου ἐπʼ αὐτοῦ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν.

Exodus 25:20

20 Ἔσονται οἱ Χερουβὶμ ἐκτείνοντες τὰς πτέρυγας ἐπάνωθεν, συσκιάζοντες ἐν ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τοῦ ἱλαστηρίου, καὶ τὰ πρόσωπα αὐτῶν εἰς ἄλληλα, εἰς τὸ ἱλαστήριον ἔσονται τὰ πρόσωπα τῶν Χερουβίμ.

1 Kings 6:24-27

24 Καὶ πέντε πήχεων πτερύγιον τοῦ Χερουβὶμ τοῦ ἑνὸς, καὶ πέντε πήχεων πτερύγιον αὐτοῦ τὸ δεύτερον, ἐν πήχει δέκα ἀπὸ μέρους πτερυγίου αὐτοῦ εἰς μέρος πτερυγίου αὐτοῦ. 25 Οὕτως τῷ Χερουβὶμ τῷ δευτέρῳ, ἐν μέτρῳ ἑνὶ συντέλεια μία ἀμφοτέροις. 26 Καὶ τὸ ὕψος τοῦ Χερουβὶμ τοῦ ἑνὸς δέκα ἐν πήχει· καὶ οὕτω τῷ Χερουβὶμ τῷ δευτέρῳ. 27 Καὶ ἀμφότερα Χερουβὶμ ἐν μέσῳ τοῦ οἴκου τοῦ ἐσωτάτου· καὶ διεπέτασε τὰς πτέρυγας αὐτῶν, καὶ ἥπτετο πτέρυξ μία τοῦ τοίχου, καὶ πτέρυξ Χερουβὶμ τοῦ δευτέρου ἥπτετο τοῦ τοίχου τοῦ δευτέρου· καὶ αἱ πτέρυγες αὐτῶν ἐν μέσῳ τοῦ οἴκου ἥπτοντο πτέρυξ πτέρυγος.

Isaiah 6:2

2 Καὶ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ, κατεκάλυπτον τὸ πρόσωπον· ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας· καὶ ταῖς δυσὶν ἐπέταντο.

Ezekiel 1:8-11

8 Καὶ χεὶρ ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν. 9 Καὶ τὰ πρόσωπα αὐτῶν τῶν τεσσάρων οὐκ ἐπεστρέφοντο ἐν τῷ βαδίζειν αὐτά· ἕκαστον ἀπέναντι τοῦ προσώπου αὐτῶν ἐπορεύοντο. 10 Καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν, πρόσωπον ἀνθρώπου, καὶ πρόσωπον τοῦ λέοντος ἐκ δεξιῶν τοῖς τέσσαρσι, καὶ πρόσωπον μόσχου ἐξ ἀριστερῶν τοῖς τέσσαρσι, καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσι. 11 Καὶ αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι ἄνωθεν τοῖς τέσσαρσιν, ἑκατέρῳ δύο συνεζευγμέναι πρὸς ἀλλήλας, καὶ δύο ἐπεκάλυπτον ἐπάνω τοῦ σώματος αὐτῶν.

Ezekiel 1:15

15 Καὶ ἴδον, καὶ ἰδοὺ τροχὸς εἷς ἐπὶ τῆς γῆς ἐχόμενος τῶν ζῴων τοῖς τέσσαρσι.

Ezekiel 10:10

10 Καὶ ὄψις αὐτῶν ὁμοίωμα ἓν τοῖς τέσσαρσιν, ὃν τρόπον ὅταν ᾖ τροχὸς ἐν μέσῳ τροχοῦ.

Ezekiel 10:14

Ezekiel 10:21-22

21 Τέσσαρα πρόσωπα τῷ ἑνὶ, καὶ ὀκτὼ πτέρυγες τῷ ἑνί, καὶ ὁμοίωμα χειρῶν ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν. 22 Καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν, ταῦτα τὰ πρόσωπά ἐστιν ἃ ἴδον ὑποκάτω τῆς δόξης τοῦ Θεοῦ Ἰσραὴλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ αὐτὰ ἕκαστον κατὰ πρόσωπον αὐτῶν ἐπορεύοντο.

Leviticus 11:3

3 Πᾶν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν, καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσι, ταῦτα φάγεσθε.

Leviticus 11:47

47 διαστεῖλαι ἀναμέσον τῶν ἀκαθάρτων καὶ ἀναμέσον τῶν καθαρῶν, καὶ ἀναμέσον τῶν ζωογονούντων τὰ ἐσθιόμενα καὶ ἀναμέσον τῶν ζωογονούντων τὰ μὴ ἐσθιόμενα.

Psalms 104:4

4 Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ, πυρ φλέγον.

Ezekiel 1:13

13 Καὶ ἐν μέσῳ τῶν ζῴων ὅρασις ὡς ἀνθράκων πυρὸς καιομένων, ὡς ὄψις λαμπάδων συστρεφομένων ἀναμέσον τῶν ζῴων, καὶ φέγγος τοῦ πυρὸς, καὶ ἐκ τοῦ πυρὸς ἐξεπορεύετο ἀστραπή.

Daniel 10:6

6 καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ θαρσίς, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσ ἡ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρὸς, καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου.

Isaiah 6:6

6 Καὶ ἀπεστάλη πρὸς μὲ ἓν τῶν Σεραφίμ, καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου,

Ezekiel 1:17

17 Ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο· οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτὰ,

Ezekiel 10:2

2 Καὶ εἶπε πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολὴν, εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν, τῶν ὑποκάτω τῶν Χερουβὶμ, καὶ πλῆσον τὰς δράκας σου ἀνθράκων πυρὸς ἐκ μέσου τῶν Χερουβὶμ, καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν· καὶ εἰσῆλθεν ἐνώπιον ἐμοῦ.

Ezekiel 10:7-8

7 Καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ εἰς μέσον τοῦ πυρὸς τοῦ ὄντος ἐν μέσῳ τῶν Χερουβὶμ, καὶ ἔλαβε, καὶ ἔδωκεν εἰς τὰς χεῖρας τοῦ ἐνδεδυκότος τὴν στολὴν τὴν ἁγίαν, καὶ ἔλαβε καὶ ἐξῆλθε.
8 Καὶ ἴδον τὰ Χερουβὶμ ὁμοίωμα χειρῶν ἀνθρώπων ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν.

Ezekiel 10:11

11 Ἐν τῷ πορεύεσθαι αὐτὰ εἰς τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο, οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά· ὅτι εἰς ὃν ἂν τόπον ἐπέβλεψεν ἡ ἀρχὴ ἡ μία, ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά.

Ezekiel 10:18

18 Καὶ ἐξῆλθε δόξα Κυρίου ἀπὸ τοῦ οἴκου, καὶ ἐπέβη ἐπὶ τὰ Χερουβίμ.

Ezekiel 10:21

21 Τέσσαρα πρόσωπα τῷ ἑνὶ, καὶ ὀκτὼ πτέρυγες τῷ ἑνί, καὶ ὁμοίωμα χειρῶν ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν.

2 Chronicles 3:11-12

11 Καὶ αἱ πτέρυγες τῶν Χερουβὶμ τὸ μῆκος πήχεων εἴκοσι, καὶ ἡ πτέρυξ ἡ μία πήχεων πέντε ἁπτομένη τοῦ τοίχου τοῦ οἴκου, καὶ ἡ πτέρυξ ἡ ἑτέρα πήχεων πέντε ἁπτομένη τῆς πτέρυγος τοῦ Χερουβὶμ τοῦ ἑτέρου. 12 Passage supplied from the Alexandrine text.{Καὶ ἡ πτέρυξ τοῦ χερουβ τοῦ ἑνὸς πήχεων πέντε ἁπτομένη τοῦ τοίχου τοῦ οἴκου, καὶ ἡ πτέρυξ ἡ ἑτέρα πήχεων πέντε ἁπτομένη τοῦ πτέρυγος τοῦ χερουβ τοῦ ἑτέρου·}

Proverbs 4:25-27

25 Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια. 26 Ὀρθὰς τροχιὰς ποίει σοῖς ποσὶ, καὶ τὰς ὁδούς σου κατεύθυνε. 27 Μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ, μηδὲ εἰς τὰ ἀριστερὰ, ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς· ὁδοὺς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ὁ Θεὸς, διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν· αὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου, τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει.

Ezekiel 1:11-12

11 Καὶ αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι ἄνωθεν τοῖς τέσσαρσιν, ἑκατέρῳ δύο συνεζευγμέναι πρὸς ἀλλήλας, καὶ δύο ἐπεκάλυπτον ἐπάνω τοῦ σώματος αὐτῶν. 12 Καὶ ἑκάτερον κατὰ πρόσωπον αὐτοῦ ἐπορεύετο· οὗ ἂν ἦν τὸ πνεῦμα πορευόμενον ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον.

Numbers 2:3

3 Καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατὰ ἀνατολὰς, τάγμα παρεμβολῆς Ἰούδα σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἰούδα, Ναασσὼν υἱὸς Ἀμιναδάβ.

Numbers 2:10

10 Τάγματα παρεμβολῆς Ῥουβὴν, πρὸς λίβα δύναμις αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ῥουβήν, Ἑλισοὺρ υἱὸς Σεδιούρ.

Numbers 2:18

18 Τάγμα παρεμβολῆς Ἐφραὶμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἐφραὶμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ.

Numbers 2:25

25 Τάγμα παρεμβολῆς Δὰν πρὸς βοῤῥᾶν σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Δὰν, Ἀχιέζερ υἱὸς Ἀμισαδαί.

Deuteronomy 28:49

49 Ἐπάξει ἐπὶ σὲ Κύριος ἔθνος μακρόθεν ἀπʼ ἐσχάτου τῆς γῆς ὡσεί ὅρμημα ἀετοῦ, ἔθνος ὃ οὐκ ἀκούσῃ τῆς φωνῆς αὐτοῦ,

Judges 14:18

18 Καὶ εἶπαν αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πρὸ τοῦ ἀνατεῖλαι τὸν ἥλιον, τί γλυκύτερον μέλιτος, καὶ τί ἰσχυρότερον λέοντος; καὶ εἶπεν αὐτοῖς Σαμψὼν, εἰ μὴ ἠροτριάσατε ἐν τῇ δαμάλει μου, οὐκ ἂν ἔγνωτε τὸ πρόβλημά μου.

1 Chronicles 12:8

8 Καὶ ἀπὸ τοῦ Γαδδὶ ἐχωρίσθησαν πρὸς Δαυὶδ ἀπὸ τῆς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου, αἴροντες θυρεοὺς καὶ δόρατα, καὶ πρόσωπον λέοντος τὰ πρόσωπα αὐτῶν, καὶ κοῦφοι ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τῷ τάχει·

Job 39:27

27 Ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετὸς, γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται,

Proverbs 14:4

4 Οὗ μή εἰσι βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς ἰσχύς.

Isaiah 40:31

31 Οἱ δὲ ὑπομένοντες τὸν Θεὸν, ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουιν ὡς ἀετοὶ, δραμοῦνται καὶ οὐ κοπιάσουσι, βαδιοῦνται καὶ οὐ πεινάσουσιν.

Isaiah 46:8

8 Μνήσθητε ταῦτα, καὶ στενάξατε, μετανοήσατε οἱ πεπλανημένοι, ἐπιστρέψατε τῇ καρδίᾳ,

Daniel 7:4

4 Τὸ πρῶτον ὡσεὶ λέαινα, καὶ πτερὰ αὐτῇ ὡσεὶ ἀετοῦ· ἐθεώρουν ἕως οὗ ἐξετίλη τὰ πτερὰ αὐτῆς· καὶ ἐξῄρθη ἀπὸ τῆς γῆς, καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ.

Ezekiel 1:23

23 Καὶ ὑποκάτωθεν τοῦ στερεώματος αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι, πτερυσσόμεναι ἑτέρα τῇ ἑτέρᾳ, ἑκάστῳ δύο συνεζευγμέναι ἐπικαλύπτουσαι τὰ σώματα αὐτῶν.

Ezekiel 10:16

16 Καὶ ἐν τῷ πορεύεσθαι τὰ Χερουβὶμ, ἐπορεύοντο οἱ τροχοί, καὶ οὗτοι ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν τοῦ μετεωρίζεσθαι ἀπὸ τῆς γῆς, οὐκ ἐπέστρεφον οἱ τροχοὶ αὐτῶν.

Ezekiel 10:19

19 Καὶ ἀνέλαβον τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ· ἐν τῷ ἐξελθεῖν αὐτὰ, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν· καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου τῆς ἀπέναντι, καὶ δόξα Θεοῦ Ἰσραὴλ ἦν ἐπʼ αὐτῶν ὑπεράνω.

Ezekiel 1:9

9 Καὶ τὰ πρόσωπα αὐτῶν τῶν τεσσάρων οὐκ ἐπεστρέφοντο ἐν τῷ βαδίζειν αὐτά· ἕκαστον ἀπέναντι τοῦ προσώπου αὐτῶν ἐπορεύοντο.

Ezekiel 1:20-21

20 Οὗ ἂν ἦν ἡ νεφέλη, ἐκεῖ τὸ πνεῦμα τοῦ πορεύεσθαι, ἐπορεύοντο οἱ τροχοὶ καὶ ἐξῄροντο σὺν αὐτοῖς, διότι πνεῦμα ζωῆς ἐν τοῖς τροχοῖς. 21 Ἐν τῷ πορεύεσθαι αὐτὰ ἐπορεύοντο, καὶ ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν· καὶ ἐν τῷ ἐξαίρειν αὐτὰ ἀπὸ τῆς γῆς, ἐξῄροντο σὺν αὐτοῖς, ὅτι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς.

Genesis 15:17

17 Ἐπεὶ δὲ ὁ ἥλιος ἐγένετο πρὸς δυσμάς, φλὸξ ἐγένετο· καὶ ἰδοὺ κλίβανος καπνιζόμενος καὶ λαμπάδες πυρὸς, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων τούτων.

Ezekiel 1:7

7 Καὶ τὰ σκέλη αὐτῶν ὀρθὰ, καὶ πτερωτοὶ οἱ πόδες αὐτῶν, καὶ σπινθῆρες, ὡς ἐξαστράπτων χαλκός· καὶ ἐλαφραὶ αἱ πτέρυγες αὐτῶν.

Daniel 10:5-6

5 Καὶ ᾖρα τοὺς ὀφθαλμούς μου, καὶ ἵδον, καὶ ἰδοὺ ἀνὴρ εἷς ἐνδεδυμένος βαδδίν, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη ἐν χρυσίῳ Ὠφάζ, 6 καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ θαρσίς, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσ ἡ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρὸς, καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου.

Psalms 147:15

15 Ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ.

Daniel 9:21

21 καὶ ἔτι ἐμοῦ λαλοῦντος ἐν τῇ προσευχῇ, καὶ ἰδοὺ ἀνὴρ Γαβριὴλ, ὃν ἵδον ἐν τῇ ὁράσει ἐν τῇ ἀρχῇ, πετόμενος, καὶ ἥψατό μου, ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς.

Zechariah 2:3-4

3 Καὶ ἰδοὺ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ εἱστήκει, καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς συνάντησιν αὐτῷ, 4 καὶ εἶπε πρὸς αὐτὸν, λέγων, δράμε, καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον, λέγων,
Κατακάρπως κατοικηθήσεται Ἱερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς·

Zechariah 4:10

10 Διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς; καὶ χαροῦνται, καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ· ἑπτὰ οὗτοι ὀφθαλμοί εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.

Ezekiel 1:6

6 Καὶ τέσσαρα πρόσωπα τῷ ἑνὶ, καὶ τέσσαρες πτέρυγες τῷ ἑνί.

Ezekiel 1:19-21

19 Καὶ ἐν τῷ πορεύεσθαι τὰ ζῷα, ἐπορεύοντο οἱ τροχοὶ ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ ζῶα ἀπὸ τῆς γῆς, ἐξῄροντο οἱ τροχοί.

Ezekiel 10:9

9 Καὶ ἴδον, καὶ ἰδοὺ τροχοὶ τέσσαρες εἱστήκεισαν ἐχόμενοι τῶν Χερουβίμ· τροχὸς εἷς ἐχόμενος Χερουβὶμ ἑνός· καὶ ἡ ὄψις τῶν τροχῶν, ὡς ὄψις λίθου ἄνθρακος.

Ezekiel 10:13-17

13 τοῖς δὲ τροχοῖς τούτοις ἐπεκλήθη Γελγὲλ ἀκούοντός μου. 14 15 Καὶ τὰ Χερουβὶμ ᾖραν τοῦτο τὸ ζῷον ὃ ἴδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ.
16 Καὶ ἐν τῷ πορεύεσθαι τὰ Χερουβὶμ, ἐπορεύοντο οἱ τροχοί, καὶ οὗτοι ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν τοῦ μετεωρίζεσθαι ἀπὸ τῆς γῆς, οὐκ ἐπέστρεφον οἱ τροχοὶ αὐτῶν. 17 Ἐν τῷ ἑστάναι αὐτὰ, εἱστήκεισαν· καὶ ἐν τῷ μετεωρίζεσθαι αὐτὰ, μετεωρίζοντο μετʼ αὐτῶν· διότι πνεῦμα ζωῆς ἐν αὐτοῖς ἦν.

Daniel 7:9

9 Ἐθεώρουν ἕως ὅτου οἱ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρὸν, ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον.

Exodus 39:13

13 36:20(39:13) καὶ ὁ στίχος ὁ τέταρτος, χρυσόλιθος καὶ βηρύλλιον καὶ ὀνύχιον περικεκυκλωμένα χρυσίῳ, καὶ συνδεδεμένα χρυσίῳ.

Job 9:10

10 Ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός.

Psalms 36:6

6 Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ, τὰ κρίματά σου ὡσεὶ ἄβυσσος πολλή· ἀνθρώπους καὶ κτήνη σώσεις Κύριε.

Psalms 40:5

5 Πολλὰ ἐποίησας σύ Κύριε ὁ Θεός μου τὰ θαυμάσιά σου, καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεταί σοι· ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν.

Ezekiel 10:9-11

9 Καὶ ἴδον, καὶ ἰδοὺ τροχοὶ τέσσαρες εἱστήκεισαν ἐχόμενοι τῶν Χερουβίμ· τροχὸς εἷς ἐχόμενος Χερουβὶμ ἑνός· καὶ ἡ ὄψις τῶν τροχῶν, ὡς ὄψις λίθου ἄνθρακος. 10 Καὶ ὄψις αὐτῶν ὁμοίωμα ἓν τοῖς τέσσαρσιν, ὃν τρόπον ὅταν ᾖ τροχὸς ἐν μέσῳ τροχοῦ. 11 Ἐν τῷ πορεύεσθαι αὐτὰ εἰς τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο, οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά· ὅτι εἰς ὃν ἂν τόπον ἐπέβλεψεν ἡ ἀρχὴ ἡ μία, ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά.

Isaiah 55:11

11 οὕτως ἔσται τὸ ῥῆμά μου, ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραφῇ, ἕως ἂν τελεσθῇ ὅσα ἂν ἠθέλησα, καὶ εὐοδώσω τὰς ὁδούς μου, καὶ τὰ ἐντάλματά μου.

Ezekiel 1:12

12 Καὶ ἑκάτερον κατὰ πρόσωπον αὐτοῦ ἐπορεύετο· οὗ ἂν ἦν τὸ πνεῦμα πορευόμενον ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον.

Ezekiel 10:1-11

1 Καὶ ἴδον καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς τῶν Χερουβὶμ, ὡς λίθος σαπφείρου ὁμοίωμα θρόνου ἐπʼ αὐτῶν. 2 Καὶ εἶπε πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολὴν, εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν, τῶν ὑποκάτω τῶν Χερουβὶμ, καὶ πλῆσον τὰς δράκας σου ἀνθράκων πυρὸς ἐκ μέσου τῶν Χερουβὶμ, καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν· καὶ εἰσῆλθεν ἐνώπιον ἐμοῦ.
3 Καὶ τὰ Χερουβὶμ εἰστήκει ἐκ δεξιῶν τοῦ οἴκου ἐν τῷ εἰσπορεύεσθαι τὸν ἄνδρα, καὶ ἡ νεφέλη ἔπλησε τὴν αὐλὴν τὴν ἐσωτέραν. 4 Καὶ ἀπῇρεν ἡ δόξα Κυρίου ἀπὸ τῶν Χερουβὶμ εἰς τὸ αἴθριον τοῦ οἴκου, καὶ ἔπλησε τὸν οἶκον ἡ νεφέλη· καὶ ἡ αὐλὴ ἐπλήσθη τοῦ φέγγους τῆς δόξης Κυρίου. 5 Καὶ φωνὴ τῶν πτερύγων τῶν Χερουβὶμ ἠκούετο ἕως τῆς αὐλῆς τῆς ἐξωτέρας, ὡς φωνὴ Θεοῦ Σαδδαῒ λαλοῦντος.
6 Καὶ ἐγένετο ἐν τῷ ἐντέλλεσθαι αὐτὸν τῷ ἀνδρὶ τῷ ἐνδεδυκότι τὴν στολὴν τὴν ἁγίαν, λέγων, λάβε πῦρ ἐκ μέσου τῶν τροχῶν ἐκ μέσου τῶν Χερουβὶμ, καὶ εἰσῆλθε καὶ ἔστη ἐχόμενος τῶν τροχῶν. 7 Καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ εἰς μέσον τοῦ πυρὸς τοῦ ὄντος ἐν μέσῳ τῶν Χερουβὶμ, καὶ ἔλαβε, καὶ ἔδωκεν εἰς τὰς χεῖρας τοῦ ἐνδεδυκότος τὴν στολὴν τὴν ἁγίαν, καὶ ἔλαβε καὶ ἐξῆλθε.
8 Καὶ ἴδον τὰ Χερουβὶμ ὁμοίωμα χειρῶν ἀνθρώπων ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν.

Job 37:22-24

22 Ἀπὸ βοῤῥᾶ νέφη χρυσαυγοῦντα, ἐπὶ τούτοις μεγάλη ἡ δόξα καὶ τιμὴ Παντοκράτορος, 23 καὶ οὐχ εὑρίσκομεν ἄλλον ὅμοιον τῇ ἰσχύϊ αὐτοῦ· ὁ τὰ δίκαια κρίνων, οὐκ οἴει ἐπακούειν αὐτόν; 24 Διὸ φοβηθήσονται αὐτὸν οἱ ἄνθρωποι, φοβηθήσονται δὲ αὐτὸν καὶ οἱ σοφοὶ καρδίᾳ.

Psalms 77:16-19

16 Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, καὶ ἐταράχθησαν ἄβυσσοι. 17 Πλῆθος ἤχους ὑδάτων, φωνὴν ἔδωκαν αἱ νεφέλαι· καὶ γὰρ τὰ βέλη σου διαπορεύονται· 18 Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ· ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ, ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. 19 Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.

Psalms 97:2-5

2 Νέφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ, δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ. 3 Πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. 4 Ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ, εἶδε καὶ ἐσαλεύθη ἡ γῆ· 5 τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν ἀπὸ προσώπου Κυρίου, ἀπὸ προσώπου Κυρίου πάσης τῆς γῆς.

Proverbs 15:3

3 Ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου, σκοπεύουσι κακούς τε καὶ ἀγαθούς.

Isaiah 55:9

9 Ἀλλʼ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου.

Ezekiel 10:12

12 Καὶ οἱ νῶτοι αὐτῶν, καὶ αἱ χεῖρες αὐτῶν, καὶ αἱ πτέρυγες αὐτῶν, καὶ οἱ τροχοὶ πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσι τροχοῖς,

Psalms 103:20

20 Εὐλογεῖτε τὸν Κύριον πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.

Ezekiel 10:17

17 Ἐν τῷ ἑστάναι αὐτὰ, εἱστήκεισαν· καὶ ἐν τῷ μετεωρίζεσθαι αὐτὰ, μετεωρίζοντο μετʼ αὐτῶν· διότι πνεῦμα ζωῆς ἐν αὐτοῖς ἦν.

Zechariah 6:1-8

1 Καὶ ἐπέστρεψα, καὶ ᾖρα τοὺς ὀφθαλμούς μου, καὶ ἴδον, καὶ ἰδοὺ τέσσαρα ἅρματα ἐκπορευόμενα ἐκ μέσου δύο ὀρέων, καὶ τὰ ὄρη ἦν ὄρη χαλκᾶ. 2 Ἐν τῷ ἅρματι τῷ πρώτῳ ἵπποι πυῤῥοί, καὶ ἐν τῷ ἅρματι τῷ δευτέρῳ ἵπποι μέλανες, 3 καὶ ἐν τῷ ἅρματι τῷ τρίτῳ ἵπποι λευκοὶ, καὶ ἐν τῷ ἅρματι τῷ τετάρτῳ ἵπποι ποικίλοι ψαροί. 4 Καὶ ἀπεκρίθην, καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ, τί ἐστι ταῦτα, κύριε;
5 Καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ εἶπε, ταῦτά ἐστιν οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ, ἐκπορεύονται παραστῆναι τῷ Κυρίῳ πάσης τῆς γῆς. 6 Ἐν ᾧ ἦσαν οἱ ἵπποι οἱ μέλανες, ἐξεπορεύοντο ἐπὶ γῆν βοῤῥᾶ, καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν αὐτῶν, καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν Νότου, 7 καὶ οἱ ψαροὶ ἐξεπορεύοντο, καὶ ἐπέβλεπον τοῦ πορεύεσθαι τοῦ περιοδεῦσαι τὴν γῆν, καὶ εἶπε, πορεύεσθε, καὶ περιοδεύσατε τὴν γῆν· καὶ περιώδευσαν τὴν γῆν.
8 Καὶ ἀνεβόησε, καὶ ἐλάλησε πρὸς μὲ, λέγων, ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆν βοῤῥᾶ, ἀνέπαυσαν τὸν θυμόν μου ἐν γῇ βοῤῥᾶ.

Ezekiel 1:19-20

19 Καὶ ἐν τῷ πορεύεσθαι τὰ ζῷα, ἐπορεύοντο οἱ τροχοὶ ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ ζῶα ἀπὸ τῆς γῆς, ἐξῄροντο οἱ τροχοί. 20 Οὗ ἂν ἦν ἡ νεφέλη, ἐκεῖ τὸ πνεῦμα τοῦ πορεύεσθαι, ἐπορεύοντο οἱ τροχοὶ καὶ ἐξῄροντο σὺν αὐτοῖς, διότι πνεῦμα ζωῆς ἐν τοῖς τροχοῖς.

Job 37:22

22 Ἀπὸ βοῤῥᾶ νέφη χρυσαυγοῦντα, ἐπὶ τούτοις μεγάλη ἡ δόξα καὶ τιμὴ Παντοκράτορος,

Ezekiel 10:1

1 Καὶ ἴδον καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς τῶν Χερουβὶμ, ὡς λίθος σαπφείρου ὁμοίωμα θρόνου ἐπʼ αὐτῶν.

Job 4:18

18 Eἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησε.

Psalms 89:7

7 Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ.

Ezekiel 1:24

24 Καὶ ἤκουον τὴν φωνὴν τῶν πτερύγων αὐτῶν ἐν τῷ πορεύεσθαι αὐτὰ, ὡς φωνὴν ὕδατος πολλοῦ· καὶ ἐν τῷ ἑστάναι αὐτὰ κατέπαυον αἱ πτέρυγες αὐτῶν.

2 Kings 7:6

6 Καὶ Κύριος ἀκουστὴν ἐποίησε παρεμβολὴν τὴν Συρίας φωνὴν ἅρματος καὶ φωνὴν ἵππου, φωνὴν δυνάμεως μεγάλης· καὶ εἶπεν ἀνὴρ πρὸς τὸν ἀδελφὸν αὐτοῦ, νῦν ἐμισθώσατο ἐφʼ ἡμᾶς ὁ βασιλεὺς Ἰσραὴλ τοὺς βασιλέας τῶν Χετταίων καὶ τοὺς βασιλέας Αἰγύπτου τοῦ ἐλθεῖν ἐφʼ ἡμᾶς.

Job 37:2

2 Ἄκουε ἀκοὴν ἐν ὀργῇ θυμοῦ Κυρίου, καὶ μελέτη ἐκ στόματος αὐτοῦ ἐξελεύσεται.

Job 37:4-5

4 Ὀπίσω αὐτοῦ βοήσεται φωνῇ, βροντήσει ἐν φωνῇ ὕβρεως αὐτοῦ· καὶ οὐκ ἀνταλλάξει αὐτοὺς, ὅτι ἀκούσει φωνὴν αὐτοῦ. 5 Βροντήσει ὁ ἰσχυρὸς ἐν φωνῇ αὐτοῦ θαυμάσια· ἐποίησε γὰρ μεγάλα ἃ οὐκ ᾔδειμεν,

Psalms 18:13

13 Καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ὁ ὕψιστος ἔδωκε φωνὴν αὐτοῦ.

Psalms 29:3-9

3 Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησε, Κύριος ἐπὶ ὑδάτων πολλῶν. 4 Φωνὴ Κυρίου ἐν ἰσχύϊ, φωνὴ, Κυρίου ἐν μεγαλοπρεπείᾳ. 5 Φωνὴ Κυρίου συντρίβοντος κέδρους, καὶ συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου· 6 καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον, καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. 7 Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός. 8 Φωνὴ Κυρίου συσσείοντος ἔρημον, συσσείσει Κύριος τὴν ἔρημον Κάδης. 9 Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς, καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν.

Psalms 68:33

33 Ψάλατε τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς, ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.

Ezekiel 10:5

5 Καὶ φωνὴ τῶν πτερύγων τῶν Χερουβὶμ ἠκούετο ἕως τῆς αὐλῆς τῆς ἐξωτέρας, ὡς φωνὴ Θεοῦ Σαδδαῒ λαλοῦντος.

Ezekiel 43:2

2 Καὶ ἰδοὺ δόξα Θεοῦ Ἰσραὴλ ἤρχετο κατὰ τὴν ὁδὸν τὴν πρὸς ἀνατολάς, καὶ φωνὴ τῆς παρεμβολῆς, ὡς φωνὴ διπλασιαζόντων πολλῶν· καὶ ἡ γῆ ἐξέλαμπεν ὡς φέγγος ἀπὸ τῆς δόξης κυκλόθεν.

Ezekiel 1:22

22 Καὶ ὁμοίωμα ὑπὲρ κεφαλῆς αὐτῶν τῶν ζῴων ὡσεὶ στερέωμα, ὡς ὅρασις κρυστάλλου, ἐκτεταμένον ἐπὶ τῶν πτερύγων αὐτῶν ἐπάνωθεν.

Genesis 32:24-30

24 Ὑπελείφθη δὲ Ἰακὼβ μόνος· καὶ ἐπάλαιεν ἄνθρωπος μετʼ αὐτοῦ ἕως πρωῒ. 25 Εἶδε δὲ, ὅτι οὐ δύναται πρὸς αὐτόν· καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετʼ αὐτοῦ. 26 Καὶ εἶπεν αὐτῷ, ἀπόστειλόν με, ἀνέβη γὰρ ὁ ὄρθρος· ὁ δὲ εἶπεν, οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. 27 Εἶπε δὲ αὐτῷ, τί τὸ ὄνομά σου ἐστίν; ὁ δὲ εἶπεν, Ἰακώβ. 28 Καὶ εἶπεν αὐτῷ, οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακώβ, ἀλλʼ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. 29 Ἠρώτησε δὲ Ἰακὼβ, καὶ εἶπεν, ἀνάγγειλόν μοι τὸ ὄνομά σου· καὶ εἶπεν, ἱνατί τοῦτο ἐρωτᾶς σὺ τὸ ὄνομά μου; καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ. 30 Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, εἶδος Θεοῦ· εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή.

Joshua 5:13-6:2

13 Καὶ ἐγένετο ὡς ἦν Ἰησοῦς ἐν Ἱεριχὼ, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν ἄνθρωπον ἑστηκότα ἐναντίον αὐτοῦ, καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ· καὶ προσελθὼν Ἰησοῦς, εἶπεν αὐτῷ, ἡμέτερος εἶ, ἢ τῶν ὑπεναντίων;

Psalms 45:6

6 Ὁ θρόνος σου, ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.

Isaiah 6:1

1 Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου· καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ.

Isaiah 9:6-7

6 Ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης βουλῆς ἄγγελός· ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, καὶ ὑγίειαν αὐτῷ. 7 Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον· ἐπὶ τὸν θρόνον Δαυὶδ, καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν, καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.

Isaiah 54:11

11 Ταπεινὴ καὶ ἀκατάστατος, οὐ παρεκλήθης· ἰδοὺ, ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου, καὶ τὰ θεμέλιά σου σάπφειρον,

Jeremiah 23:5-6

5 Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαυὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς, καὶ συνήσει, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. 6 Ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθώς, καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει αὐτὸν Κύριος, Ἰωσεδὲκ ἐν τοῖς προφήταις.

Daniel 7:9-10

9 Ἐθεώρουν ἕως ὅτου οἱ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρὸν, ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. 10 Ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ· κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν.

Daniel 7:14

14 Καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοὶ, φυλαί, καὶ γλῶσσαι αὐτῷ δουλεύσουσιν· ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.

Daniel 10:18

18 Καὶ προσέθετο, καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου, καὶ ἐνίσχυσέ με,

Zechariah 6:13

13 καὶ αὐτὸς λήψεται ἀρετὴν, καὶ καθιεῖται, καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἔσται ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀναμέσον ἀμφοτέρων·

Deuteronomy 4:24

24 Ὅτι Κύριος ὁ Θεός σου πῦρ καταναλίσκον ἐστί, Θεὸς ζηλωτής.

Psalms 97:2

2 Νέφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ, δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ.

Ezekiel 1:4

4 Καὶ ἴδον, καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ βοῤῥᾶ, καὶ νεφέλη μεγάλη ἐν αὐτῷ, καὶ φέγγος κύκλῳ αὐτοῦ καὶ πῦρ ἐξαστράπτον· καὶ ἐν τῷ μέσῳ αὐτοῦ ὡς ὅρασις ἠλέκτρου ἐν μέσῳ τοῦ πυρὸς, καὶ φέγγος ἐν αὐτῷ.

Genesis 9:13-16

13 Τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς. 14 Καὶ ἔσται ἐν τῷ συννεφεῖν με νεφέλας ἐπὶ τὴν γῆν, ὀφθήσεται τὸ τόξον ἐν τῇ νεφέλῃ. 15 Καὶ μνησθήσομαι τῆς διαθήκης μου, ἥ ἐστιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί· καὶ οὐκ ἔσται ἔτι τὸ ὕδωρ εἰς κατακλυσμὸν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα. 16 Καὶ ἔσται τὸ τόξον μου ἐν τῇ νεφέλῃ· καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκην αἰώνιον ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς, καὶ ἀνὰ μέσον ψυχῆς ζώσης ἐν πᾶσῃ σαρκί, ἥ ἐστιν ἐπὶ τῆς γῆς.

Genesis 17:3

3 Καὶ ἔπεσεν Ἅβραμ ἐπὶ πρόσωπον αὐτοῦ. Καὶ ἐλάλησεν αὐτῷ ὁ Θεὸς, λέγων,

Exodus 16:7

7 καὶ πρωῒ ὄψεσθε τὴν δόξαν Κυρίου ἐν τῷ εἰσακοῦσαι τὸν γογγυσμὸν ὑμῶν ἐπὶ τῷ Θεῷ· ἡμεῖς δὲ τί ἐσμεν, ὅτι διαγογγύζετε καθʼ ἡμῶν;

Exodus 16:10

10 Ἡνίκα δὲ ἐλάλει Ἀαρὼν πάσῃ συναγωγῇ υἱῶν Ἰσραὴλ, καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον, καὶ ἡ δόξα Κυρίου ὤφθη ἐν νεφέλῃ.

Exodus 24:16

16 Καὶ κατέβη ἡ δόξα τοῦ Θεοῦ ἐπὶ τὸ ὄρος τὸ Σινά, καὶ ἐκάλυψεν αὐτὸ ἡ νεφέλη ἓξ ἡμέρας· καὶ ἐκάλεσε Κύριος τὸν Μωυσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεφέλης.

Exodus 33:18-23

18 Καὶ λέγει, ἐμφάνισόν μοι σεαυτόν. 19 Καὶ εἶπεν, ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω τῷ ὀνόματί μου, Κύριος ἐναντίον σου· καὶ ἐλεήσω, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω, ὃν ἂν οἰκτείρω. 20 Καὶ εἶπεν, οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου, καὶ ζήσεται. 21 Καὶ εἶπε Κύριος, ἰδοὺ τόπος παρʼ ἐμοί, στήσῃ ἐπὶ τῆς πέτρας· 22 Ἡνίκα δʼ ἂν παρέλθῃ ἡ δόξα μου, καὶ θήσω σε εἰς ὀπὴν τῆς πέτρας, καὶ σκεπάσω τῇ χειρί μου ἐπὶ σὲ, ἕως ἂν παρέλθω· 23 Καὶ ἀφελῶ τὴν χεῖρα, καὶ τότε ὄψει τὰ ὀπίσω μου· τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι.

Leviticus 9:24

24 Καὶ ἐξῆλθε πῦρ παρὰ Κυρίου, καὶ κατέφαγε τὰ ἐπὶ τοῦ θυσιαστηρίου, τά τε ὁλοκαυτώματα, καὶ τὰ στέατα· καὶ εἶδε πᾶς ὁ λαὸς, καὶ ἐξέστη, καὶ ἔπεσαν ἐπὶ πρόσωπον.

Numbers 12:6-8

6 Καὶ εἶπε πρὸς αὐτοὺς, ἀκούσατε τῶν λόγων μου· ἐὰν γένηται προφήτης ὑμῶν Κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι, καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ. 7 Οὐχ οὕτως ὁ θεράπων μου Μωυσῆς, ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστι· 8 Στόμα κατὰ στόμα λαλήσω αὐτῷ ἐν εἴδει, καὶ οὐ διʼ αἰνιγμάτων, καὶ τὴν δόξαν Κυρίου εἶδε· καὶ διατί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωυσῆ;

1 Kings 8:10-11

10 Καὶ ἐγένετο ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ τοῦ ἁγίου, καὶ ἡ νεφέλη ἔπλησε τὸν οἶκον. 11 Καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στήκειν λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἔπλησε δόξα Κυρίου τὸν οἶκον.

Isaiah 54:8-10

8 Ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπὸ σοῦ, καὶ ἐν ἐλέει αἰωνίῳ ἐλεήσω σε, εἶπεν ὁ ῥυσάμενός σε Κύριος.
9 Ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νῶε τοῦτό μοί ἐστι· καθότι ὤμοσα αὐτῷ ἐν τῷ χρόνῳ ἐκείνῳ, τῇ γῇ μὴ θυμωθήσεσθαι ἐπὶ σοὶ ἔτι, μηδὲ ἐν ἀπειλῇ σου 10 τὰ ὄρη μεταστήσεσθαι, οὐδʼ οἱ βουνοί σου μετακινηθήσονται· οὕτως οὐδὲ τὸ παρʼ ἐμοῦ σοὶ ἔλεος ἐκλείψει, οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης σου οὐ μὴ μεταστῇ· εἶπε γὰρ ἵλεώς σοι Κύριε.

Ezekiel 8:4

4 Καὶ ἰδού ἦν ἐκεῖ δόξα Κυρίου Θεοῦ Ἰσραὴλ κατὰ τὴν ὅρασιν ἣν εἶδον ἐν τῷ πεδίῳ.

Ezekiel 10:19-20

19 Καὶ ἀνέλαβον τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ· ἐν τῷ ἐξελθεῖν αὐτὰ, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν· καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου τῆς ἀπέναντι, καὶ δόξα Θεοῦ Ἰσραὴλ ἦν ἐπʼ αὐτῶν ὑπεράνω.
20 Τοῦτο τὸ ζῷόν ἐστιν ὃ εἶδον ὑποκάτω Θεοῦ Ἰσραὴλ ἐπί τοῦ ποταμοῦ τοῦ Χοβὰρ, καὶ ἔγνων ὅτι Χερουβίμ ἐστι.

Ezekiel 11:22-23

22 Καὶ ἐξῇραν τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἡ δόξα Θεοῦ Ἰσραὴλ ἐπʼ αὐτὰ ὑπεράνω αὐτῶν. 23 Καὶ ἀνέβη ἡ δόξα Κυρίου ἐκ μέσης τῆς πόλεως, καὶ ἔστη ἐπὶ τοῦ ὄρους, ὃ ἦν ἀπέναντι τῆς πόλεως.

Ezekiel 43:3-5

3 Καὶ ἡ ὅρασις ἣν ἴδον, κατὰ τὴν ὅρασιν ἣν ἴδον, ὅτε εἰσεπορευόμην τοῦ χρῖσαι τὴν πόλιν· καὶ ἡ ὅρασις τοῦ ἅρματος οὗ ἴδον, κατὰ τὴν ὅρασιν ἣν ἴδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ πίπτω ἐπὶ πρόσωπόν μου.
4 Καὶ δόξα Κυρίου εἰσῆλθεν εἰς τὸν οἶκον, κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς. 5 Καὶ ἀνέλαβέ με πνεῦμα, καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν· καὶ ἰδοὺ πλήρης δόξης ὁ Κυρίου οἶκος.

Ezekiel 44:4

4 Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ ἴδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος τοῦ Κυρίου· καὶ πίπτω ἐπὶ πρόσωπόν μου.

Daniel 8:17

17 Καὶ ἦλθε, καὶ ἔστη ἐχόμενος τῆς στάσεώς μου· καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐθαμβήθην, καὶ πίπτω ἐπὶ πρόσωπόν μου· καὶ εἶπε πρὸς μὲ, σύνες υἱὲ ἀνθρώπου· ἔτι γὰρ εἰς καιροῦ πέρας ἡ ὅρασις.

Daniel 10:7-9

7 Καὶ ἴδον ἐγὼ Δανιὴλ μόνος τὴν ὀπτασίαν, καὶ οἱ ἄνδρες οἱ μετʼ ἐμοῦ οὐκ ἴδον τὴν ὀπτασίαν, ἀλλʼ ἢ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπʼ αὐτοὺς, καὶ ἔφυγον ἐν φόβῳ. 8 Καὶ ἐγὼ ὑπελείφθην μόνος, καὶ ἴδον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην, καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχὺς, καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν· καὶ οὐκ ἐκράτησα ἰσχύος. 9 Καὶ ἤκουσα τὴν φωνὴν τῶν λόγων αὐτοῦ· καὶ ἐν τῷ ἀκοῦσαί με αὐτοῦ, ἤμην κατανενυγμένος, καὶ τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν.

Daniel 10:16-17

16 Καὶ ἰδοὺ ὡς ὁμοίωσις υἱοῦ ἀνθρώπου ἥψατο τῶν χειλέων μου· καὶ ἤνοιξα τὸ στόμα μου, καὶ ἐλάλησα, καὶ εἶπα πρὸς τὸν ἑστῶτα ἐναντίον μου, κύριε, ἐν τῇ ὀπτασίᾳ σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί, καὶ οὐκ ἔσχον ἰσχύν. 17 Καὶ πῶς δυνήσεται ὁ παῖς σου, κύριε λαλῆσαι μετὰ τοῦ κυρίου μου τούτου; καὶ ἐγὼ, ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ἰσχὺς, καὶ πνεῦμα οὐχ ὑπελείφθη ἐν ἐμοί.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.