Brenton_Greek(i)
7 Καὶ ἴδον ἐγὼ Δανιὴλ μόνος τὴν ὀπτασίαν, καὶ οἱ ἄνδρες οἱ μετʼ ἐμοῦ οὐκ ἴδον τὴν ὀπτασίαν, ἀλλʼ ἢ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπʼ αὐτοὺς, καὶ ἔφυγον ἐν φόβῳ. 8 Καὶ ἐγὼ ὑπελείφθην μόνος, καὶ ἴδον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην, καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχὺς, καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν· καὶ οὐκ ἐκράτησα ἰσχύος. 9 Καὶ ἤκουσα τὴν φωνὴν τῶν λόγων αὐτοῦ· καὶ ἐν τῷ ἀκοῦσαί με αὐτοῦ, ἤμην κατανενυγμένος, καὶ τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν.