Ezekiel 10:2-4

Brenton_Greek(i) 2 Καὶ εἶπε πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολὴν, εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν, τῶν ὑποκάτω τῶν Χερουβὶμ, καὶ πλῆσον τὰς δράκας σου ἀνθράκων πυρὸς ἐκ μέσου τῶν Χερουβὶμ, καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν· καὶ εἰσῆλθεν ἐνώπιον ἐμοῦ.
3 Καὶ τὰ Χερουβὶμ εἰστήκει ἐκ δεξιῶν τοῦ οἴκου ἐν τῷ εἰσπορεύεσθαι τὸν ἄνδρα, καὶ ἡ νεφέλη ἔπλησε τὴν αὐλὴν τὴν ἐσωτέραν. 4 Καὶ ἀπῇρεν ἡ δόξα Κυρίου ἀπὸ τῶν Χερουβὶμ εἰς τὸ αἴθριον τοῦ οἴκου, καὶ ἔπλησε τὸν οἶκον ἡ νεφέλη· καὶ ἡ αὐλὴ ἐπλήσθη τοῦ φέγγους τῆς δόξης Κυρίου.