Mark 12:2-5

Stephanus(i) 2 και απεστειλεν προς τους γεωργους τω καιρω δουλον ινα παρα των γεωργων λαβη απο του καρπου του αμπελωνος 3 οι δε λαβοντες αυτον εδειραν και απεστειλαν κενον 4 και παλιν απεστειλεν προς αυτους αλλον δουλον κακεινον λιθοβολησαντες εκεφαλαιωσαν και απεστειλαν ητιμωμενον 5 και παλιν αλλον απεστειλεν κακεινον απεκτειναν και πολλους αλλους τους μεν δεροντες τους δε αποκτεινοντες