SBLGNT(i)
29 καὶ καθὼς προείρηκεν Ἠσαΐας· Εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. 30 Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· 31 Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς ⸀νόμον οὐκ ἔφθασεν. 32 διὰ τί; ὅτι οὐκ ἐκ πίστεως ἀλλ’ ὡς ἐξ ⸀ἔργων· ⸀προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος, 33 καθὼς γέγραπται· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου, ⸀καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται.
Romans 9:29-33
SBL Greek NT Apparatus
31 νόμον WH Treg NIV ] + δικαιοσύνης RP
32 ἔργων WH Treg NIV ] + νόμου RP • προσέκοψαν WH Treg NIV ] + γὰρ RP
33 καὶ WH Treg NIV ] + πᾶς RP
31 νόμον WH Treg NIV ] + δικαιοσύνης RP
32 ἔργων WH Treg NIV ] + νόμου RP • προσέκοψαν WH Treg NIV ] + γὰρ RP
33 καὶ WH Treg NIV ] + πᾶς RP