SBLGNT(i)
8 Καὶ τῷ ἀγγέλῳ ⸀τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν· 9 Οἶδά ⸀σου τὴν θλῖψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ, καὶ τὴν βλασφημίαν ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ. 10 ⸀μηδὲν φοβοῦ ἃ μέλλεις ⸀πάσχειν. ⸀ἰδοὺ μέλλει ⸀βάλλειν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ ⸀ἕξετε θλῖψιν ἡμερῶν δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς. 11 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.
Revelation 2:8-11
SBL Greek NT Apparatus
8 τῆς Treg NIV RP ] τῷ WH
9 σου WH Treg NIV ] + τὰ ἔργα καὶ RP
10 μηδὲν NIV RP ] μὴ WH Treg • πάσχειν WH Treg NIV ] παθεῖν RP • ἰδοὺ WH Treg NIV] + δή RP • βάλλειν WH Treg NIV ] βαλεῖν RP • ἕξετε Treg NIV RP ] ἔχητε WH
8 τῆς Treg NIV RP ] τῷ WH
9 σου WH Treg NIV ] + τὰ ἔργα καὶ RP
10 μηδὲν NIV RP ] μὴ WH Treg • πάσχειν WH Treg NIV ] παθεῖν RP • ἰδοὺ WH Treg NIV] + δή RP • βάλλειν WH Treg NIV ] βαλεῖν RP • ἕξετε Treg NIV RP ] ἔχητε WH