SBLGNT(i)
14 καὶ τὸ τεῖχος τῆς πόλεως ⸀ἔχων θεμελίους δώδεκα, καὶ ἐπ’ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου. 15 Καὶ ὁ λαλῶν μετ’ ἐμοῦ εἶχεν μέτρον κάλαμον χρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος αὐτῆς. 16 καὶ ἡ πόλις τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς ⸀ὅσον τὸ πλάτος. καὶ ἐμέτρησεν τὴν πόλιν τῷ καλάμῳ ἐπὶ ⸀σταδίους δώδεκα ⸀χιλιάδων· τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστίν. 17 καὶ ἐμέτρησεν τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσσεράκοντα τεσσάρων πηχῶν, μέτρον ἀνθρώπου, ὅ ἐστιν ἀγγέλου. 18 ⸀καὶ ἡ ἐνδώμησις τοῦ τείχους αὐτῆς ἴασπις, καὶ ἡ πόλις χρυσίον καθαρὸν ὅμοιον ὑάλῳ καθαρῷ· 19 ⸀οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι· ὁ θεμέλιος ὁ πρῶτος ἴασπις, ὁ δεύτερος σάπφιρος, ὁ τρίτος χαλκηδών, ὁ τέταρτος σμάραγδος, 20 ὁ πέμπτος σαρδόνυξ, ὁ ἕκτος σάρδιον, ὁ ἕβδομος χρυσόλιθος, ὁ ὄγδοος βήρυλλος, ὁ ἔνατος τοπάζιον, ὁ δέκατος χρυσόπρασος, ὁ ἑνδέκατος ὑάκινθος, ὁ δωδέκατος ἀμέθυστος· 21 καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται, ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου· καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαυγής. 22 Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ, ὁ γὰρ κύριος, ὁ θεός, ὁ παντοκράτωρ, ναὸς αὐτῆς ἐστιν, καὶ τὸ ἀρνίον. 23 καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης, ἵνα φαίνωσιν αὐτῇ, ἡ γὰρ δόξα τοῦ θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον. 24 καὶ περιπατήσουσιν τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς· καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσιν ⸂τὴν δόξαν αὐτῶν⸃ εἰς αὐτήν· 25 καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας, νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ, 26 καὶ οἴσουσιν τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν. 27 καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ ⸀ποιῶν βδέλυγμα καὶ ψεῦδος, εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου.
Revelation 21:14-27
SBL Greek NT Apparatus
14 ἔχων WH Treg NIV ] ἔχον RP
16 ὅσον WH Treg RP ] + καὶ NIV • σταδίους Treg RP ] σταδίων WH NIV • χιλιάδων WH Treg NIV ] + δώδεκα RP
18 καὶ WH NIV ] + ἦν Treg RP
19 οἱ WH NIV RP] καὶ οἱ Treg
24 τὴν δόξαν αὐτῶν WH Treg NIV ] αὐτῷ δόξαν καὶ τιμὴν τῶν ἐθνῶν RP
27 ποιῶν Holmes WHmarg ] ὁ ποιῶν WH Treg NIV; ποιοῦν RP
14 ἔχων WH Treg NIV ] ἔχον RP
16 ὅσον WH Treg RP ] + καὶ NIV • σταδίους Treg RP ] σταδίων WH NIV • χιλιάδων WH Treg NIV ] + δώδεκα RP
18 καὶ WH NIV ] + ἦν Treg RP
19 οἱ WH NIV RP] καὶ οἱ Treg
24 τὴν δόξαν αὐτῶν WH Treg NIV ] αὐτῷ δόξαν καὶ τιμὴν τῶν ἐθνῶν RP
27 ποιῶν Holmes WHmarg ] ὁ ποιῶν WH Treg NIV; ποιοῦν RP