SBLGNT(i)
13 καὶ ἐν μέσῳ ⸀τῶν λυχνιῶν ὅμοιον ⸀υἱὸν ἀνθρώπου, ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσᾶν· 14 ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ ὡς ἔριον λευκόν, ὡς χιών, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός, 15 καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ ⸀πεπυρωμένης, καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν, 16 καὶ ἔχων ἐν τῇ δεξιᾷ ⸂χειρὶ αὐτοῦ⸃ ἀστέρας ἑπτά, καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη, καὶ ἡ ὄψις αὐτοῦ ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ.
Revelation 1:13-16
SBL Greek NT Apparatus
13 τῶν WH NIV ] + ἑπτὰ Treg RP • υἱὸν WH NIV ] υἱῷ Treg RP
15 πεπυρωμένης WH Treg NIV ] πεπυρωμένοι RP
16 χειρὶ αὐτοῦ WH Treg NIV ] αὐτοῦ χειρὶ RP
13 τῶν WH NIV ] + ἑπτὰ Treg RP • υἱὸν WH NIV ] υἱῷ Treg RP
15 πεπυρωμένης WH Treg NIV ] πεπυρωμένοι RP
16 χειρὶ αὐτοῦ WH Treg NIV ] αὐτοῦ χειρὶ RP