Matthew 24:23-25

SBLGNT(i) 23 τότε ἐάν τις ὑμῖν εἴπῃ· Ἰδοὺ ὧδε ὁ χριστός, ἤ· Ὧδε, μὴ πιστεύσητε· 24 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστε ⸀πλανῆσαι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς· 25 ἰδοὺ προείρηκα ὑμῖν.
SBL Greek NT Apparatus

24 πλανῆσαι NIV RP ] πλανᾶσθαι WH Treg