Matthew 24:16-18

SBLGNT(i) 16 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ⸀ἐπὶ τὰ ὄρη, 17 ὁ ἐπὶ τοῦ δώματος μὴ ⸀καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ, 18 καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι ⸂τὸ ἱμάτιον⸃ αὐτοῦ.
SBL Greek NT Apparatus

16 ἐπὶ RP ] εἰς WH Treg NIV
17 καταβάτω WH Treg NIV ] καταβαινέτω RP
18 τὸ ἱμάτιον WH Treg NIV ] τὰ ἱμάτια RP