SBLGNT(i)
33 ὄφεις γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; 34 διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· ⸀ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν· 35 ὅπως ἔλθῃ ἐφ’ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. 36 ἀμὴν λέγω ὑμῖν, ⸀ἥξει ⸂ταῦτα πάντα⸃ ἐπὶ τὴν γενεὰν ταύτην.
Matthew 23:33-36
SBL Greek NT Apparatus
34 ἐξ WH Treg NIV ] καὶ ἐξ RP
36 ἥξει WH Treg NIV ] ὅτι ἥξει RP • ταῦτα πάντα WH NIV ] πάντα ταῦτα Treg RP
34 ἐξ WH Treg NIV ] καὶ ἐξ RP
36 ἥξει WH Treg NIV ] ὅτι ἥξει RP • ταῦτα πάντα WH NIV ] πάντα ταῦτα Treg RP