SBLGNT(i)
18 Τοῦ δὲ ⸀Ἰησοῦ χριστοῦ ἡ ⸀γένεσις οὕτως ἦν. ⸀μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. 19 Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν ⸀δειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. 20 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ’ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν ⸀Μαρίαν τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου· 21 τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. 22 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ⸀ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος· 23 Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· ὅ ἐστιν μεθερμηνευόμενον Μεθ’ ἡμῶν ὁ θεός. 24 ⸀ἐγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ· 25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν ⸀υἱόν· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
Matthew 1:18-25
SBL Greek NT Apparatus
18 Ἰησοῦ WH NIV RP ] – Treg • γένεσις WH Treg NIV ] γέννησις RP • μνηστευθείσης WH Treg NIV ] + γὰρ RP
19 δειγματίσαι WH Treg NIV ] παραδειγματίσαι RP
20 Μαρίαν WH NIV ] Μαριὰμ Treg RP
22 ὑπὸ WH Treg NIV ] + τοῦ RP
24 ἐγερθεὶς WH Treg NIV ] Διεγερθεὶς RP
25 υἱόν WH Treg NIV ] τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον RP
18 Ἰησοῦ WH NIV RP ] – Treg • γένεσις WH Treg NIV ] γέννησις RP • μνηστευθείσης WH Treg NIV ] + γὰρ RP
19 δειγματίσαι WH Treg NIV ] παραδειγματίσαι RP
20 Μαρίαν WH NIV ] Μαριὰμ Treg RP
22 ὑπὸ WH Treg NIV ] + τοῦ RP
24 ἐγερθεὶς WH Treg NIV ] Διεγερθεὶς RP
25 υἱόν WH Treg NIV ] τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον RP