SBLGNT(i)
39 ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια ⸀αἰῶνός ἐστιν, οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. 40 ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ ⸀καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ ⸀αἰῶνος· 41 ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, 42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 43 Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὁ ἔχων ⸀ὦτα ἀκουέτω.
Matthew 13:39-43
SBL Greek NT Apparatus
39 αἰῶνός WH Treg NIV ] τοῦ αἰῶνός RP
40 καίεται Treg RP ] κατακαίεται WH NIV • αἰῶνος WH Treg NIV ] + τούτου RP
43 ὦτα WH NIV ] + ἀκούειν Treg RP
39 αἰῶνός WH Treg NIV ] τοῦ αἰῶνός RP
40 καίεται Treg RP ] κατακαίεται WH NIV • αἰῶνος WH Treg NIV ] + τούτου RP
43 ὦτα WH NIV ] + ἀκούειν Treg RP